|
[1]καὶαζαριας υἱὸς ωδηδ ἐγένετο ἐπ αὐτὸν πνεῦμα κυρίου
[2]καὶἐξῆλθεν εἰς ἀπάντησιν ασα καὶ παντὶ ιουδα καὶ βενιαμιν καὶ εἶπεν ἀκούσατέ μου ασα καὶ πᾶς ιουδα καὶ βενιαμιν κύριος μεθ ὑμῶν ἐν τῷ εἶναι ὑμᾶς μετ αὐτοῦ καὶ ἐὰν ἐκζητήσητε αὐτόν εὑρεθήσεται ὑμῖν καὶ ἐὰν ἐγκαταλίπητε αὐτόν ἐγκαταλείψει ὑμᾶς
[3]καὶἡμέραι πολλαὶ τῷ ισραηλ ἐν οὐ θεῷ ἀληθινῷ καὶ οὐχ ἱερέως ὑποδεικνύοντος καὶ ἐν οὐ νόμῳ
[4]καὶἐπιστρέψει ἐπὶ κύριον θεὸν ισραηλ καὶ εὑρεθήσεται αὐτοῖς
[5]καὶἐν ἐκείνῳ τῷ καιρῷ οὐκ ἔστιν εἰρήνη τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ ὅτι ἔκστασις κυρίου ἐπὶ πάντας τοὺς κατοικοῦντας τὰς χώρας
[6]καὶπολεμήσει ἔθνος πρὸς ἔθνος καὶ πόλις πρὸς πόλιν ὅτι ὁ θεὸς ἐξέστησεν αὐτοὺς ἐν πάσῃ θλίψει
[7]καὶὑμεῖς ἰσχύσατε καὶ μὴ ἐκλυέσθωσαν αἱ χεῖρες ὑμῶν ὅτι ἔστιν μισθὸς τῇ ἐργασίᾳ ὑμῶν
[8]καὶἐν τῷ ἀκοῦσαι τοὺς λόγους τούτους καὶ τὴν προφητείαν αδαδ τοῦ προφήτου καὶ κατίσχυσεν καὶ ἐξέβαλεν τὰ βδελύγματα ἀπὸ πάσης τῆς γῆς ιουδα καὶ βενιαμιν καὶ ἀπὸ τῶν πόλεων ὧν κατέσχεν ἐν ὄρει εφραιμ καὶ ἐνεκαίνισεν τὸ θυσιαστήριον κυρίου ὃ ἦν ἔμπροσθεν τοῦ ναοῦ κυρίου
[9]καὶἐξεκκλησίασεν τὸν ιουδαν καὶ βενιαμιν καὶ τοὺς προσηλύτους τοὺς παροικοῦντας μετ αὐτοῦ ἀπὸ εφραιμ καὶ ἀπὸ μανασση καὶ ἀπὸ συμεων ὅτι προσετέθησαν πρὸς αὐτὸν πολλοὶ τοῦ ισραηλ ἐν τῷ ἰδεῖν αὐτοὺς ὅτι κύριος ὁ θεὸς αὐτοῦ μετ αὐτοῦ
[10]καὶσυνήχθησαν εἰς ιερουσαλημ ἐν τῷ μηνὶ τῷ τρίτῳ ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει τῆς βασιλείας ασα
[11]καὶἔθυσεν τῷ κυρίῳ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπὸ τῶν σκύλων ὧν ἤνεγκαν μόσχους ἑπτακοσίους καὶ πρόβατα ἑπτακισχίλια
[12]καὶδιῆλθεν ἐν διαθήκῃ ζητῆσαι κύριον θεὸν τῶν πατέρων αὐτῶν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς
[13]καὶπᾶς ὃς ἐὰν μὴ ἐκζητήσῃ κύριον θεὸν ισραηλ ἀποθανεῖται ἀπὸ νεωτέρου ἕως πρεσβυτέρου ἀπὸ ἀνδρὸς ἕως γυναικός
[14]καὶὤμοσαν ἐν τῷ κυρίῳ ἐν φωνῇ μεγάλῃ καὶ ἐν σάλπιγξιν καὶ ἐν κερατίναις
[15]καὶηὐφράνθησαν πᾶς ιουδα περὶ τοῦ ὅρκου ὅτι ἐξ ὅλης τῆς ψυχῆς ὤμοσαν καὶ ἐν πάσῃ θελήσει ἐζήτησαν αὐτόν καὶ εὑρέθη αὐτοῖς καὶ κατέπαυσεν αὐτοῖς κύριος κυκλόθεν
[16]καὶτὴν μααχα τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι τῇ ἀστάρτῃ λειτουργοῦσαν καὶ κατέκοψεν τὸ εἴδωλον καὶ κατέκαυσεν ἐν χειμάρρῳ κεδρων
[17]πλὴντὰ ὑψηλὰ οὐκ ἀπέστησαν ἔτι ὑπῆρχεν ἐν τῷ ισραηλ ἀλλ ἢ καρδία ασα ἐγένετο πλήρης πάσας τὰς ἡμέρας αὐτοῦ
[18]καὶεἰσήνεγκεν τὰ ἅγια δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ τὰ ἅγια οἴκου κυρίου τοῦ θεοῦ ἀργύριον καὶ χρυσίον καὶ σκεύη
[19]καὶπόλεμος οὐκ ἦν μετ αὐτοῦ ἕως τοῦ πέμπτου καὶ τριακοστοῦ ἔτους τῆς βασιλείας ασα
|