|
[1] εἰς διαιρέσεις τῶν πυλῶν υἱοῖς κορεϊμ μοσολλαμια υἱὸς κωρη ἐκ τῶν υἱῶν αβιασαφ
[2] καὶ τῷ μοσολλαμια υἱοί ζαχαριας ὁ πρωτότοκος ιδιηλ ὁ δεύτερος ζαβαδιας ὁ τρίτος ιεθνουηλ ὁ τέταρτος
[3] ωλαμ ὁ πέμπτος ιωαναν ὁ ἕκτος ελιωηναι ὁ ἕβδομος
[4] καὶ τῷ αβδεδομ υἱοί σαμαιας ὁ πρωτότοκος ιωζαβαδ ὁ δεύτερος ιωαα ὁ τρίτος σωχαρ ὁ τέταρτος ναθαναηλ ὁ πέμπτος
[5] αμιηλ ὁ ἕκτος ισσαχαρ ὁ ἕβδομος φολλαθι ὁ ὄγδοος ὅτι εὐλόγησεν αὐτὸν ὁ θεός
[6] καὶ τῷ σαμαια υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου ρωσαι εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ ὅτι δυνατοὶ ἦσαν
[7] υἱοὶ σαμαια γοθνι καὶ ραφαηλ καὶ ωβηδ καὶ ελζαβαδ καὶ αχιου υἱοὶ δυνατοί ελιου καὶ σαβχια καὶ ισβακωμ
[8] πάντες ἀπὸ τῶν υἱῶν αβδεδομ αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ υἱοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ οἱ πάντες ἑξήκοντα δύο τῷ αβδεδομ
[9] καὶ τῷ μοσολλαμια υἱοὶ καὶ ἀδελφοὶ δέκα καὶ ὀκτὼ δυνατοί
[10] καὶ τῷ ωσα τῶν υἱῶν μεραρι υἱοὶ φυλάσσοντες τὴν ἀρχήν ὅτι οὐκ ἦν πρωτότοκος καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα
[11] τῆς διαιρέσεως τῆς δευτέρας ταβλαι ὁ τρίτος ζαχαριας ὁ τέταρτος πάντες οὗτοι υἱοὶ καὶ ἀδελφοὶ τῷ ωσα τρισκαίδεκα
[12] τούτοις αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ κυρίου
[13] καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα
[14] καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ σαλαμια καὶ ζαχαρια υἱοὶ ιωας τῷ μελχια ἔβαλον κλήρους καὶ ἐξῆλθεν ὁ κλῆρος βορρᾶ
[15] τῷ αβδεδομ νότον κατέναντι οἴκου εσεφιν
[16] εἰς δεύτερον τῷ ωσα πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως φυλακὴ κατέναντι φυλακῆς
[17] πρὸς ἀνατολὰς ἓξ τὴν ἡμέραν βορρᾶ τῆς ἡμέρας τέσσαρες νότον τῆς ἡμέρας τέσσαρες καὶ εἰς τὸ εσεφιν δύο
[18] εἰς διαδεχομένους καὶ πρὸς δυσμαῖς τέσσαρες καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους
[19] αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς κορε καὶ τοῖς υἱοῖς μεραρι
[20] καὶ οἱ λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων
[21] υἱοὶ λαδαν υἱοὶ τῷ γηρσωνι τῷ λαδαν ἄρχοντες πατριῶν τῷ λαδαν τῷ γηρσωνι ιιηλ
[22] καὶ υἱοὶ ιιηλ ζεθομ καὶ ιωηλ οἱ ἀδελφοὶ ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου
[23] τῷ αμβραμ καὶ ισσααρ χεβρων καὶ οζιηλ
[24] καὶ σουβαηλ ὁ τοῦ γηρσαμ τοῦ μωυσῆ ἡγούμενος ἐπὶ τῶν θησαυρῶν
[25] καὶ τῷ ἀδελφῷ αὐτοῦ τῷ ελιεζερ ρααβιας υἱὸς καὶ ιωσαιας καὶ ιωραμ καὶ ζεχρι καὶ σαλωμωθ
[26] αὐτὸς σαλωμωθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων οὓς ἡγίασεν δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως
[27] ἃ ἔλαβεν ἐκ τῶν πολέμων καὶ ἐκ τῶν λαφύρων καὶ ἡγίασεν ἀπ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ θεοῦ
[28] καὶ ἐπὶ πάντων τῶν ἁγίων σαμουηλ τοῦ προφήτου καὶ σαουλ τοῦ κις καὶ αβεννηρ τοῦ νηρ καὶ ιωαβ τοῦ σαρουια πᾶν ὃ ἡγίασαν διὰ χειρὸς σαλωμωθ καὶ τῶν ἀδελφῶν αὐτοῦ
[29] τῷ ισσαρι χωνενια καὶ υἱοὶ αὐτοῦ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν ισραηλ τοῦ γραμματεύειν καὶ διακρίνειν
[30] τῷ χεβρωνι ασαβιας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ ισραηλ πέραν τοῦ ιορδάνου πρὸς δυσμαῖς εἰς πᾶσαν λειτουργίαν κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως
[31] τοῦ χεβρωνι ιουδιας ὁ ἄρχων τῶν χεβρωνι κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν ιαζηρ τῆς γαλααδίτιδος
[32] καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί δισχίλιοι ἑπτακόσιοι ἄρχοντες πατριῶν καὶ κατέστησεν αὐτοὺς δαυιδ ὁ βασιλεὺς ἐπὶ τοῦ ρουβηνι καὶ γαδδι καὶ ἡμίσους φυλῆς μανασση εἰς πᾶν πρόσταγμα κυρίου καὶ λόγον βασιλέως
|