1
 Electronic Study Bible is currently under construction 
[1] καὶ οὗτοι ἦσαν υἱοὶ δαυιδ οἱ τεχθέντες αὐτῷ ἐν χεβρων ὁ πρωτότοκος αμνων τῇ αχινααμ τῇ ιεζραηλίτιδι ὁ δεύτερος δανιηλ τῇ αβιγαια τῇ καρμηλίᾳ [2] τρίτος αβεσσαλωμ υἱὸς μωχα θυγατρὸς θολμαι βασιλέως γεδσουρ ὁ τέταρτος αδωνια υἱὸς αγγιθ [3] πέμπτος σαφατια τῆς αβιταλ ὁ ἕκτος ιεθρααμ τῇ αγλα γυναικὶ αὐτοῦ [4] ἓξ ἐγεννήθησαν αὐτῷ ἐν χεβρων καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ [5] καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν ιερουσαλημ σαμαα σωβαβ ναθαν καὶ σαλωμων τέσσαρες τῇ βηρσαβεε θυγατρὶ αμιηλ [6] καὶ ιβααρ καὶ ελισαμα καὶ ελιφαλετ [7] καὶ ναγε καὶ ναφαγ καὶ ιανουε [8] καὶ ελισαμα καὶ ελιαδα καὶ ελιφαλετ ἐννέα [9] πάντες υἱοὶ δαυιδ πλὴν τῶν υἱῶν τῶν παλλακῶν καὶ θημαρ ἀδελφὴ αὐτῶν [10] υἱοὶ σαλωμων ροβοαμ αβια υἱὸς αὐτοῦ ασα υἱὸς αὐτοῦ ιωσαφατ υἱὸς αὐτοῦ [11] ιωραμ υἱὸς αὐτοῦ οχοζια υἱὸς αὐτοῦ ιωας υἱὸς αὐτοῦ [12] αμασιας υἱὸς αὐτοῦ αζαρια υἱὸς αὐτοῦ ιωαθαν υἱὸς αὐτοῦ [13] αχαζ υἱὸς αὐτοῦ εζεκιας υἱὸς αὐτοῦ μανασσης υἱὸς αὐτοῦ [14] αμων υἱὸς αὐτοῦ ιωσια υἱὸς αὐτοῦ [15] καὶ υἱοὶ ιωσια πρωτότοκος ιωαναν ὁ δεύτερος ιωακιμ ὁ τρίτος σεδεκια ὁ τέταρτος σαλουμ [16] καὶ υἱοὶ ιωακιμ ιεχονιας υἱὸς αὐτοῦ σεδεκιας υἱὸς αὐτοῦ [17] καὶ υἱοὶ ιεχονια-ασιρ σαλαθιηλ υἱὸς αὐτοῦ [18] μελχιραμ καὶ φαδαιας καὶ σανεσαρ καὶ ιεκεμια καὶ ωσαμω καὶ δενεθι [19] καὶ υἱοὶ σαλαθιηλ ζοροβαβελ καὶ σεμεϊ καὶ υἱοὶ ζοροβαβελ μοσολλαμος καὶ ανανια καὶ σαλωμιθ ἀδελφὴ αὐτῶν [20] καὶ ασουβε καὶ οολ καὶ βαραχια καὶ ασαδια καὶ ασοβαεσδ πέντε [21] καὶ υἱοὶ ανανια φαλλετια καὶ ισαια υἱὸς αὐτοῦ ραφαια υἱὸς αὐτοῦ ορνα υἱὸς αὐτοῦ αβδια υἱὸς αὐτοῦ σεχενια υἱὸς αὐτοῦ [22] καὶ υἱὸς σεχενια σαμαια καὶ υἱοὶ σαμαια χαττους καὶ ιωηλ καὶ μαρι καὶ νωαδια καὶ σαφαθ ἕξ [23] καὶ υἱοὶ νωαδια ελιθεναν καὶ εζεκια καὶ εζρικαμ τρεῖς [24] καὶ υἱοὶ ελιθεναν οδουια καὶ ελιασιβ καὶ φαλαια καὶ ακουν καὶ ιωαναν καὶ δαλαια καὶ ανανι ἑπτά
Credit
Source: sacred-texts.org
 
Top