1
⚠ Electronic Study Bible is currently under construction ⚠
+
[1] τότε σισίννης ὁ ἔπαρχος κοίλης συρίας καὶ φοινίκης καὶ σαθραβουζάνης καὶ οἱ συνέταιροι κατακολουθήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως δαρείου προσταγεῖσιν [2] ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν ιουδαίων καὶ ἱεροστάταις [3] καὶ εὔοδα ἐγίνετο τὰ ἱερὰ ἔργα προφητευόντων αγγαιου καὶ ζαχαριου τῶν προφητῶν [4] καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος τοῦ κυρίου θεοῦ ισραηλ [5] καὶ μετὰ τῆς γνώμης κύρου καὶ δαρείου καὶ ἀρταξέρξου βασιλέως περσῶν συνετελέσθη ὁ οἶκος ὁ ἅγιος ἕως τρίτης καὶ εἰκάδος μηνὸς αδαρ τοῦ ἕκτου ἔτους βασιλέως δαρείου [6] καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ καὶ οἱ ἱερεῖς καὶ οἱ λευῖται καὶ οἱ λοιποὶ οἱ ἐκ τῆς αἰχμαλωσίας οἱ προστεθέντες ἀκολούθως τοῖς ἐν τῇ μωυσέως βίβλῳ [7] καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν τοῦ ἱεροῦ τοῦ κυρίου ταύρους ἑκατόν κριοὺς διακοσίους ἄρνας τετρακοσίους [8] χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς τοῦ ισραηλ δώδεκα πρὸς ἀριθμὸν ἐκ τῶν φυλάρχων τοῦ ισραηλ δώδεκα [9] καὶ ἔστησαν οἱ ἱερεῖς καὶ οἱ λευῖται ἐστολισμένοι κατὰ φυλὰς ἐπὶ τῶν ἔργων τοῦ κυρίου θεοῦ ισραηλ ἀκολούθως τῇ μωυσέως βίβλῳ καὶ οἱ θυρωροὶ ἐφ ἑκάστου πυλῶνος [10] καὶ ἠγάγοσαν οἱ υἱοὶ ισραηλ τῶν ἐκ τῆς αἰχμαλωσίας τὸ πασχα ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνός ὅτι ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ λευῖται ἅμα [11] καὶ πάντες οἱ υἱοὶ τῆς αἰχμαλωσίας οὐχ ἡγνίσθησαν ὅτι οἱ λευῖται ἅμα πάντες ἡγνίσθησαν [12] καὶ ἔθυσαν τὸ πασχα πᾶσιν τοῖς υἱοῖς τῆς αἰχμαλωσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς [13] καὶ ἐφάγοσαν οἱ υἱοὶ ισραηλ οἱ ἐκ τῆς αἰχμαλωσίας πάντες οἱ χωρισθέντες ἀπὸ τῶν βδελυγμάτων τῶν ἐθνῶν τῆς γῆς ζητοῦντες τὸν κύριον [14] καὶ ἠγάγοσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας εὐφραινόμενοι ἔναντι τοῦ κυρίου [15] ὅτι μετέστρεψεν τὴν βουλὴν τοῦ βασιλέως ἀσσυρίων ἐπ αὐτοὺς κατισχῦσαι τὰς χεῖρας αὐτῶν ἐπὶ τὰ ἔργα κυρίου θεοῦ ισραηλ
Credit
Source: sacred-texts.org
 
Top