1
 Electronic Study Bible is currently under construction 
[6]καὶἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν δαυιδ ἐκ πασῶν πόλεων ισραηλ ἐν τυμπάνοις καὶ ἐν χαρμοσύνῃ καὶ ἐν κυμβάλοις [7]καὶἐξῆρχον αἱ γυναῖκες καὶ ἔλεγον ἐπάταξεν σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ δαυιδ ἐν μυριάσιν αὐτοῦ [8]καὶπονηρὸν ἐφάνη τὸ ῥῆμα ἐν ὀφθαλμοῖς σαουλ περὶ τοῦ λόγου τούτου καὶ εἶπεν τῷ δαυιδ ἔδωκαν τὰς μυριάδας καὶ ἐμοὶ ἔδωκαν τὰς χιλιάδας [9]καὶἦν σαουλ ὑποβλεπόμενος τὸν δαυιδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα [12]καὶἐφοβήθη σαουλ ἀπὸ προσώπου δαυιδ [13]καὶἀπέστησεν αὐτὸν ἀπ αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν τοῦ λαοῦ [14]καὶἦν δαυιδ ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ συνίων καὶ κύριος μετ αὐτοῦ [15]καὶεἶδεν σαουλ ὡς αὐτὸς συνίει σφόδρα καὶ εὐλαβεῖτο ἀπὸ προσώπου αὐτοῦ [16]καὶπᾶς ισραηλ καὶ ιουδας ἠγάπα τὸν δαυιδ ὅτι αὐτὸς ἐξεπορεύετο καὶ εἰσεπορεύετο πρὸ προσώπου τοῦ λαοῦ [20]καὶἠγάπησεν μελχολ ἡ θυγάτηρ σαουλ τὸν δαυιδ καὶ ἀπηγγέλη σαουλ καὶ ηὐθύνθη ἐν ὀφθαλμοῖς αὐτοῦ [21]καὶεἶπεν σαουλ δώσω αὐτὴν αὐτῷ καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον καὶ ἦν ἐπὶ σαουλ χεὶρ ἀλλοφύλων [22]καὶἐνετείλατο σαουλ τοῖς παισὶν αὐτοῦ λέγων λαλήσατε ὑμεῖς λάθρᾳ τῷ δαυιδ λέγοντες ἰδοὺ ὁ βασιλεὺς θέλει ἐν σοί καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσίν σε καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ [23]καὶἐλάλησαν οἱ παῖδες σαουλ εἰς τὰ ὦτα δαυιδ τὰ ῥήματα ταῦτα καὶ εἶπεν δαυιδ εἰ κοῦφον ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ κἀγὼ ἀνὴρ ταπεινὸς καὶ οὐχὶ ἔνδοξος [24]καὶἀπήγγειλαν οἱ παῖδες σαουλ αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα ἃ ἐλάλησεν δαυιδ [25]καὶεἶπεν σαουλ τάδε ἐρεῖτε τῷ δαυιδ οὐ βούλεται ὁ βασιλεὺς ἐν δόματι ἀλλ ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων ἐκδικῆσαι εἰς ἐχθροὺς τοῦ βασιλέως καὶ σαουλ ἐλογίσατο αὐτὸν ἐμβαλεῖν εἰς χεῖρας τῶν ἀλλοφύλων [26]καὶἀπαγγέλλουσιν οἱ παῖδες σαουλ τῷ δαυιδ τὰ ῥήματα ταῦτα καὶ εὐθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς δαυιδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ [27]καὶἀνέστη δαυιδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκεν τὰς ἀκροβυστίας αὐτῶν τῷ βασιλεῖ καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ καὶ δίδωσιν αὐτῷ τὴν μελχολ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα [28]καὶεἶδεν σαουλ ὅτι κύριος μετὰ δαυιδ καὶ πᾶς ισραηλ ἠγάπα αὐτόν [29]καὶπροσέθετο εὐλαβεῖσθαι ἀπὸ δαυιδ ἔτι
Credit
Source: sacred-texts.org
 
Top