1
 Electronic Study Bible is currently under construction 
[1]παρακαλῶ οὗν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, [2]ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. [3]τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ, [4]ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. [5]εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος χριστὸς ἰησοῦς, [6] δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις· [7]εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος _ ἀλήθειαν λέγω, οὐ ψεύδομαι _ διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ. [8]βούλομαι οὗν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· [9]ὡσαύτως [καὶ] γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν καὶ χρυσίῳ ἢ μαργαρίταις ἢ ἱματισμῶ πολυτελεῖ, [10]ἀλλ᾽ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾽ ἔργων ἀγαθῶν. [11]γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ· [12]διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ᾽ εἶναι ἐν ἡσυχίᾳ. [13]ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα εὕα· [14]καὶ ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν. [15]σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῶ μετὰ σωφροσύνης.
Credit
Author: Eberhard Nestle (1851–1913), Kurt Aland (1915–1994), Barbara Aland (b. 1937), et al.
Source: sacred-texts.org
Info
The Nestle-Aland Greek 26th/27th edition text is based on the Tischendorf, Westcott-Hort, and Weiss (earlier editions used Weymouth instead of Weiss) combined.The Nestle-Aland Greek 26th/27th edition text is based on the Tischendorf, Westcott-Hort, and Weiss (earlier editions used Weymouth instead of Weiss) combined.The Nestle-Aland 27th Edition text released in 1993 builds upon the legacy of Eberhard Nestle, Erwin Nestle, and especially Kurt Aland, its authorship is best described as collaborative, with oversight by the INTF (Institut für Neutestamentliche Textforschung, in Münster, Germany) and contributions from a wide scholarly network. For practical purposes, Kurt and Barbara Aland are often regarded as the leading figures behind the NA27.
 
Top