1
 Electronic Study Bible is currently under construction 
[1]Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε. [2]κατὰ μίαν ⸀σαββάτου ἕκαστος ὑμῶν παρʼ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ⸀ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται. [3]ὅταν δὲ παραγένωμαι, οὓς ⸀ἐὰν δοκιμάσητε διʼ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ· [4]ἐὰν δὲ ⸂ἄξιον ᾖ⸃ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. [5]Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι, [6]πρὸς ὑμᾶς δὲ τυχὸν ⸀παραμενῶ ἢ ⸀καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. [7]οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω ⸀γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ⸀ἐπιτρέψῃ. [8]⸀ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς· [9]θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί. [10]Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς ⸀κἀγώ· [11]μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός ⸀με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. [12]Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ. [13]Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. [14]πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. [15]Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· [16]ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. [17]χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ⸀ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν, [18]ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. [19]Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ⸀ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ ⸀Πρίσκα σὺν τῇ κατʼ οἶκον αὐτῶν ἐκκλησίᾳ. [20]ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. [21] ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. [22]εἴ τις οὐ φιλεῖ τὸν ⸀κύριον, ἤτω ἀνάθεμα. ⸂Μαράνα θά⸃. [23] χάρις τοῦ κυρίου ⸀Ἰησοῦ μεθʼ ὑμῶν. [24] ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ⸀Ἰησοῦ.
Credit
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com
Info
The SBLGNT is edited by Michael W. Holmes, who utilized a wide range of printed editions, all the major critical apparatuses, and the latest technical resources and manuscript discoveries as he established the text. The result is a critically edited text that differs from the Nestle-Aland/United Bible Societies text in more than 540 variation units.The SBLGNT is edited by Michael W. Holmes, who utilized a wide range of printed editions, all the major critical apparatuses, and the latest technical resources and manuscript discoveries as he established the text. The result is a critically edited text that differs from the Nestle-Aland/United Bible Societies text in more than 540 variation units.The SBLGNT is available as a free download (http://www.sblgnt.com/download). Students, teachers, pastors, and interested laypersons can use the SBLGNT right now for research, writing, and study—at no cost.
 
Top