|
[1] μετ ὀλίγον δὲ παντελῶς χρονίσκον λυσίας ἐπίτροπος τοῦ βασιλέως καὶ συγγενὴς καὶ ἐπὶ τῶν πραγμάτων λίαν βαρέως φέρων ἐπὶ τοῖς γεγονόσι
[2] συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον ἅπασαν παρεγίνετο ἐπὶ τοὺς ιουδαίους λογιζόμενος τὴν μὲν πόλιν ἕλλησιν οἰκητήριον ποιήσειν
[3] τὸ δὲ ἱερὸν ἀργυρολόγητον καθὼς τὰ λοιπὰ τῶν ἐθνῶν τεμένη πρατὴν δὲ κατὰ ἔτος τὴν ἀρχιερωσύνην ποιήσειν
[4] οὐδαμῶς ἐπιλογιζόμενος τὸ τοῦ θεοῦ κράτος πεφρενωμένος δὲ ταῖς μυριάσιν τῶν πεζῶν καὶ ταῖς χιλιάσιν τῶν ἱππέων καὶ τοῖς ἐλέφασιν τοῖς ὀγδοήκοντα
[5] εἰσελθὼν δὲ εἰς τὴν ιουδαίαν καὶ συνεγγίσας βαιθσουρα ὄντι μὲν ἐρυμνῷ χωρίῳ ιεροσολύμων δὲ ἀπέχοντι ὡσεὶ σταδίους πέντε τοῦτο ἔθλιβεν
[6] ὡς δὲ μετέλαβον οἱ περὶ τὸν μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα μετὰ ὀδυρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν κύριον ἀγαθὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ ισραηλ
[7] αὐτὸς δὲ πρῶτος ὁ μακκαβαῖος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους ἅμα αὐτῷ διακινδυνεύοντας ἐπιβοηθεῖν τοῖς ἀδελφοῖς αὐτῶν ὁμοῦ δὲ καὶ προθύμως ἐξώρμησαν
[8] αὐτόθι δὲ πρὸς τοῖς ιεροσολύμοις ὄντων ἐφάνη προηγούμενος αὐτῶν ἔφιππος ἐν λευκῇ ἐσθῆτι πανοπλίαν χρυσῆν κραδαίνων
[9] ὁμοῦ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα θεὸν καὶ ἐπερρώσθησαν ταῖς ψυχαῖς οὐ μόνον ἀνθρώπους θῆρας δὲ τοὺς ἀγριωτάτους καὶ σιδηρᾶ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι
[10] προῆγον ἐν διασκευῇ τὸν ἀπ οὐρανοῦ σύμμαχον ἔχοντες ἐλεήσαντος αὐτοὺς τοῦ κυρίου
[11] λεοντηδὸν δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους κατέστρωσαν αὐτῶν χιλίους πρὸς τοῖς μυρίοις ἱππεῖς δὲ ἑξακοσίους πρὸς τοῖς χιλίοις τοὺς δὲ πάντας ἠνάγκασαν φεύγειν
[12] οἱ πλείονες δὲ αὐτῶν τραυματίαι γυμνοὶ διεσώθησαν καὶ αὐτὸς δὲ ὁ λυσίας αἰσχρῶς φεύγων διεσώθη
[13] οὐκ ἄνους δὲ ὑπάρχων πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ αὐτὸν ἐλάττωμα καὶ συννοήσας ἀνικήτους εἶναι τοὺς εβραίους τοῦ δυναμένου θεοῦ συμμαχοῦντος αὐτοῖς
[14] προσαποστείλας ἔπεισεν συλλύεσθαι ἐπὶ πᾶσι τοῖς δικαίοις καὶ διότι καὶ τὸν βασιλέα πείσει φίλον αὐτοῖς ἀναγκάζων γενέσθαι
[15] ἐπένευσεν δὲ ὁ μακκαβαῖος ἐπὶ πᾶσιν οἷς ὁ λυσίας παρεκάλει τοῦ συμφέροντος φροντίζων ὅσα γὰρ ὁ μακκαβαῖος ἐπέδωκεν τῷ λυσίᾳ διὰ γραπτῶν περὶ τῶν ιουδαίων συνεχώρησεν ὁ βασιλεύς
[16] ἦσαν γὰρ αἱ γεγραμμέναι τοῖς ιουδαίοις ἐπιστολαὶ παρὰ μὲν λυσίου περιέχουσαι τὸν τρόπον τοῦτον λυσίας τῷ πλήθει τῶν ιουδαίων χαίρειν
[17] ιωαννης καὶ αβεσσαλωμ οἱ πεμφθέντες παρ ὑμῶν ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμὸν ἠξίουν περὶ τῶν δι αὐτοῦ σημαινομένων
[18] ὅσα μὲν οὖν ἔδει καὶ τῷ βασιλεῖ προσενεχθῆναι διεσάφησα ἃ δὲ ἦν ἐνδεχόμενα συνεχώρησεν
[19] ἐὰν μὲν οὖν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ἀγαθῶν γενέσθαι
[20] ὑπὲρ δὲ τούτων καὶ τῶν κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοῖς παρ ἐμοῦ διαλεχθῆναι ὑμῖν
[21] ἔρρωσθε ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου διὸς κορινθίου τετράδι καὶ εἰκάδι
[22] ἡ δὲ τοῦ βασιλέως ἐπιστολὴ περιεῖχεν οὕτως βασιλεὺς ἀντίοχος τῷ ἀδελφῷ λυσίᾳ χαίρειν
[23] τοῦ πατρὸς ἡμῶν εἰς θεοὺς μεταστάντος βουλόμενοι τοὺς ἐκ τῆς βασιλείας ἀταράχους ὄντας γενέσθαι πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν
[24] ἀκηκοότες τοὺς ιουδαίους μὴ συνευδοκοῦντας τῇ τοῦ πατρὸς ἐπὶ τὰ ἑλληνικὰ μεταθέσει ἀλλὰ τὴν ἑαυτῶν ἀγωγὴν αἱρετίζοντας ἀξιοῦντας συγχωρηθῆναι αὐτοῖς τὰ νόμιμα
[25] αἱρούμενοι οὖν καὶ τοῦτο τὸ ἔθνος ἐκτὸς ταραχῆς εἶναι κρίνομεν τό τε ἱερὸν ἀποκατασταθῆναι αὐτοῖς καὶ πολιτεύεσθαι κατὰ τὰ ἐπὶ τῶν προγόνων αὐτῶν ἔθη
[26] εὖ οὖν ποιήσεις διαπεμψάμενος πρὸς αὐτοὺς καὶ δοὺς δεξιάς ὅπως εἰδότες τὴν ἡμετέραν προαίρεσιν εὔθυμοί τε ὦσιν καὶ ἡδέως διαγίνωνται πρὸς τῇ τῶν ἰδίων ἀντιλήμψει
[27] πρὸς δὲ τὸ ἔθνος ἡ τοῦ βασιλέως ἐπιστολὴ τοιάδε ἦν βασιλεὺς ἀντίοχος τῇ γερουσίᾳ τῶν ιουδαίων καὶ τοῖς ἄλλοις ιουδαίοις χαίρειν
[28] εἰ ἔρρωσθε εἴη ἂν ὡς βουλόμεθα καὶ αὐτοὶ δὲ ὑγιαίνομεν
[29] ἐνεφάνισεν ἡμῖν μενέλαος βούλεσθαι κατελθόντας ὑμᾶς γίνεσθαι πρὸς τοῖς ἰδίοις
[30] τοῖς οὖν καταπορευομένοις μέχρι τριακάδος ξανθικοῦ ὑπάρξει δεξιὰ μετὰ τῆς ἀδείας
[31] χρῆσθαι τοὺς ιουδαίους τοῖς ἑαυτῶν δαπανήμασιν καὶ νόμοις καθὰ καὶ τὸ πρότερον καὶ οὐδεὶς αὐτῶν κατ οὐδένα τρόπον παρενοχληθήσεται περὶ τῶν ἠγνοημένων
[32] πέπομφα δὲ καὶ τὸν μενέλαον παρακαλέσοντα ὑμᾶς
[33] ἔρρωσθε ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου ξανθικοῦ πεντεκαιδεκάτῃ
[34] ἔπεμψαν δὲ καὶ οἱ ῥωμαῖοι πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως κόιντος μέμμιος τίτος μάνιος πρεσβῦται ῥωμαίων τῷ δήμῳ τῶν ιουδαίων χαίρειν
[35] ὑπὲρ ὧν λυσίας ὁ συγγενὴς τοῦ βασιλέως συνεχώρησεν ὑμῖν καὶ ἡμεῖς συνευδοκοῦμεν
[36] ἃ δὲ ἔκρινεν προσανενεχθῆναι τῷ βασιλεῖ πέμψατέ τινα παραχρῆμα ἐπισκεψάμενοι περὶ τούτων ἵνα ἐκθῶμεν ὡς καθήκει ὑμῖν ἡμεῖς γὰρ προσάγομεν πρὸς ἀντιόχειαν
[37] διὸ σπεύσατε καὶ πέμψατέ τινας ὅπως καὶ ἡμεῖς ἐπιγνῶμεν ὁποίας ἐστὲ γνώμης
[38] ὑγιαίνετε ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου ξανθικοῦ πεντεκαιδεκάτῃ
|