1
 Electronic Study Bible is currently under construction 
[1]Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπʼ αὐτόν, [2]εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς ⸀μηδὲ θροεῖσθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε διʼ ἐπιστολῆς ὡς διʼ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ ⸀κυρίου. [3]μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ⸀ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας, [4] ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ ⸀θεοῦ καθίσαι ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν θεός. [5]οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; [6]καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ⸀ἑαυτοῦ καιρῷ· [7]τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται. [8]καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος ⸀Ἰησοῦς ⸀ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, [9]οὗ ἐστιν ἡ παρουσία κατʼ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους [10]καὶ ἐν πάσῃ ἀπάτῃ ⸀ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθʼ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς· [11]καὶ διὰ τοῦτο ⸀πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, [12]ἵνα κριθῶσιν ⸀πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδοκήσαντες ⸀τῇ ἀδικίᾳ. [13]Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλατο ὑμᾶς ὁ θεὸς ⸀ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας, [14]εἰς ⸀ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. [15]ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε διʼ ἐπιστολῆς ἡμῶν. [16]Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ⸀θεὸς ⸀ὁ πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, [17]παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ ⸀στηρίξαι ἐν παντὶ ⸂ἔργῳ καὶ λόγῳ⸃ ἀγαθῷ.
Credit
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com
Info
The SBLGNT is edited by Michael W. Holmes, who utilized a wide range of printed editions, all the major critical apparatuses, and the latest technical resources and manuscript discoveries as he established the text. The result is a critically edited text that differs from the Nestle-Aland/United Bible Societies text in more than 540 variation units.The SBLGNT is edited by Michael W. Holmes, who utilized a wide range of printed editions, all the major critical apparatuses, and the latest technical resources and manuscript discoveries as he established the text. The result is a critically edited text that differs from the Nestle-Aland/United Bible Societies text in more than 540 variation units.The SBLGNT is available as a free download (http://www.sblgnt.com/download). Students, teachers, pastors, and interested laypersons can use the SBLGNT right now for research, writing, and study—at no cost.
 
Top