|
[1] εἰ δὲ τοίνυν καὶ γυνὴ καὶ γεραιὰ καὶ ἑπτὰ παίδων μήτηρ ὑπέμεινεν τὰς μέχρι θανάτου βασάνους τῶν τέκνων ὁρῶσα ὁμολογουμένως αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός
[2] ἀπέδειξα οὖν ὅτι οὐ μόνον ἄνδρες τῶν παθῶν ἐκράτησαν ἀλλὰ καὶ γυνὴ τῶν μεγίστων βασάνων ὑπερεφρόνησεν
[3] καὶ οὐχ οὕτως οἱ περὶ δανιηλ λέοντες ἦσαν ἄγριοι οὐδὲ ἡ μισαηλ ἐκφλεγομένη κάμινος λαβροτάτῳ πυρί ὡς ἡ τῆς φιλοτεκνίας περιέκαιεν ἐκείνην φύσις ὁρῶσαν αὐτῆς οὕτως ποικίλως βασανιζομένους τοὺς ἑπτὰ υἱούς
[4] ἀλλὰ τῷ λογισμῷ τῆς εὐσεβείας κατέσβεσεν τὰ τοσαῦτα καὶ τηλικαῦτα πάθη ἡ μήτηρ
[5] καὶ γὰρ τοῦτο ἐπιλογίσασθε ὅτι δειλόψυχος εἰ ἦν ἡ γυνὴ καίπερ μήτηρ οὖσα ὠλοφύρετο ἂν ἐπ αὐτοῖς καὶ ἴσως ἂν ταῦτα εἶπεν
[6] ὦ μελέα ἔγωγε καὶ πολλάκις τρισαθλία ἥτις ἑπτὰ παῖδας τεκοῦσα οὐδενὸς μήτηρ γεγένημαι
[7] ὦ μάταιοι ἑπτὰ κυοφορίαι καὶ ἀνόνητοι ἑπτὰ δεκάμηνοι καὶ ἄκαρποι τιθηνίαι καὶ ταλαίπωροι γαλακτοτροφίαι
[8] μάτην δὲ ἐφ ὑμῖν ὦ παῖδες πολλὰς ὑπέμεινα ὠδῖνας καὶ χαλεπωτέρας φροντίδας ἀνατροφῆς
[9] ὦ τῶν ἐμῶν παίδων οἱ μὲν ἄγαμοι οἱ δὲ γήμαντες ἀνόνητοι οὐκ ὄψομαι ὑμῶν τέκνα οὐδὲ μάμμη κληθεῖσα μακαρισθήσομαι
[10] ὦ ἡ πολύπαις καὶ καλλίπαις ἐγὼ γυνὴ χήρα καὶ μόνη πολύθρηνος
[11] οὐδ ἂν ἀποθάνω θάπτοντα τῶν υἱῶν ἕξω τινά
[12] ἀλλὰ τούτῳ τῷ θρήνῳ οὐδένα ὠλοφύρετο ἡ ἱερὰ καὶ θεοσεβὴς μήτηρ οὐδ ἵνα μὴ ἀποθάνωσιν ἀπέτρεπεν αὐτῶν τινα οὐδ ὡς ἀποθνῃσκόντων ἐλυπήθη
[13] ἀλλ ὥσπερ ἀδαμάντινον ἔχουσα τὸν νοῦν καὶ εἰς ἀθανασίαν ἀνατίκτουσα τὸν τῶν υἱῶν ἀριθμὸν μᾶλλον ὑπὲρ τῆς εὐσεβείας ἐπὶ τὸν θάνατον αὐτοὺς προετρέπετο ἱκετεύουσα
[14] ὦ μῆτερ δι εὐσέβειαν θεοῦ στρατιῶτι πρεσβῦτι καὶ γύναι διὰ καρτερίαν καὶ τύραννον ἐνίκησας καὶ ἔργοις δυνατωτέρα καὶ λόγοις εὑρέθης ἀνδρός
[15] καὶ γὰρ ὅτε συνελήμφθης μετὰ τῶν παίδων εἱστήκεις τὸν ελεαζαρον ὁρῶσα βασανιζόμενον καὶ ἔλεγες τοῖς παισὶν ἐν τῇ εβραΐδι φωνῇ
[16] ὦ παῖδες γενναῖος ὁ ἀγών ἐφ ὃν κληθέντες ὑπὲρ τῆς διαμαρτυρίας τοῦ ἔθνους ἐναγωνίσασθε προθύμως ὑπὲρ τοῦ πατρῴου νόμου
[17] καὶ γὰρ αἰσχρὸν τὸν μὲν γέροντα τοῦτον ὑπομένειν τὰς διὰ τὴν εὐσέβειαν ἀλγηδόνας ὑμᾶς δὲ τοὺς νεανίσκους καταπλαγῆναι τὰς βασάνους
[18] ἀναμνήσθητε ὅτι διὰ τὸν θεὸν τοῦ κόσμου μετελάβετε καὶ τοῦ βίου ἀπελαύσατε
[19] καὶ διὰ τοῦτο ὀφείλετε πάντα πόνον ὑπομένειν διὰ τὸν θεόν
[20] δι ὃν καὶ ὁ πατὴρ ἡμῶν αβρααμ ἔσπευδεν τὸν ἐθνοπάτορα υἱὸν σφαγιάσαι ισαακ καὶ τὴν πατρῴαν χεῖρα ξιφηφόρον καταφερομένην ἐπ αὐτὸν ὁρῶν οὐκ ἔπτηξεν
[21] καὶ δανιηλ ὁ δίκαιος εἰς λέοντας ἐβλήθη καὶ ανανιας καὶ αζαριας καὶ μισαηλ εἰς κάμινον πυρὸς ἀπεσφενδονήθησαν καὶ ὑπέμειναν διὰ τὸν θεόν
[22] καὶ ὑμεῖς οὖν τὴν αὐτὴν πίστιν πρὸς τὸν θεὸν ἔχοντες μὴ χαλεπαίνετε
[23] ἀλόγιστον γὰρ εἰδότας εὐσέβειαν μὴ ἀνθίστασθαι τοῖς πόνοις
[24] διὰ τούτων τῶν λόγων ἡ ἑπταμήτωρ ἕνα ἕκαστον τῶν υἱῶν παρακαλοῦσα ἀποθανεῖν ἔπεισεν μᾶλλον ἢ παραβῆναι τὴν ἐντολὴν τοῦ θεοῦ
[25] ἔτι δὲ καὶ ταῦτα εἰδότες ὅτι οἱ διὰ τὸν θεὸν ἀποθνῄσκοντες ζῶσιν τῷ θεῷ ὥσπερ αβρααμ καὶ ισαακ καὶ ιακωβ καὶ πάντες οἱ πατριάρχαι
|