1
 Electronic Study Bible is currently under construction 
[1] Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ ᾿Ιησοῦς ποιεῖν τε καὶ διδάσκειν [2] ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ῾Αγίου οὓς ἐξελέξατο ἀνελήφθη· [3] οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾿ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. [4] καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ ῾Ιεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· [5] ὅτι ᾿Ιωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ῾Αγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. [6] οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ ᾿Ισραήλ; [7] εἶπε δὲ πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, [8] ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ῾Αγίου Πνεύματος ἐφ᾿ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε ῾Ιερουσαλὴμ καὶ ἐν πάσῃ τῇ ᾿Ιουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. [9] καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. [10] καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, [11] οἳ καὶ εἶπον· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ ᾿Ιησοῦς ὁ ἀναληφθεὶς ἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. [12] Τότε ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς ῾Ιερουσαλήμ, σαββάτου ἔχον ὁδόν. [13] καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης καὶ ᾿Ανδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, ᾿Ιάκωβος ᾿Αλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ ᾿Ιούδας ᾿Ιακώβου. [14] οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει σὺν γυναιξὶ καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ ᾿Ιησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. [15] Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν· [16] ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην ἣν προεῖπε τὸ Πνεῦμα τὸ ῞Αγιον διὰ στόματος Δαυῒδ περὶ ᾿Ιούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν ᾿Ιησοῦν, [17] ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. [18] οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ· [19] καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν ῾Ιερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν ᾿Ακελδαμᾶ, τουτέστι χωρίον αἵματος. [20] γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ· καὶ· τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. [21] δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ᾿ ἡμᾶς ὁ Κύριος ᾿Ιησοῦς, [22] ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος ᾿Ιωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ᾿ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων. [23] Καὶ ἔστησαν δύο, ᾿Ιωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη ᾿Ιοῦστος, καὶ Ματθίαν, [24] καὶ προσευξάμενοι εἶπον· σὺ Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα, [25] λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη ᾿Ιούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. [26] καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
Credit
Author: Ecumenical Patriarchate of Constantinople
Source: www.hagiascriptura.com
 
Top