|
[1] αὕτη ἡ βίβλος τῶν προσταγμάτων τοῦ θεοῦ καὶ ὁ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα πάντες οἱ κρατοῦντες αὐτῆς εἰς ζωήν οἱ δὲ καταλείποντες αὐτὴν ἀποθανοῦνται
[2] ἐπιστρέφου ιακωβ καὶ ἐπιλαβοῦ αὐτῆς διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς
[3] μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ
[4] μακάριοί ἐσμεν ισραηλ ὅτι τὰ ἀρεστὰ τῷ θεῷ ἡμῖν γνωστά ἐστιν
[5] θαρσεῖτε λαός μου μνημόσυνον ισραηλ
[6] ἐπράθητε τοῖς ἔθνεσιν οὐκ εἰς ἀπώλειαν διὰ δὲ τὸ παροργίσαι ὑμᾶς τὸν θεὸν παρεδόθητε τοῖς ὑπεναντίοις
[7] παρωξύνατε γὰρ τὸν ποιήσαντα ὑμᾶς θύσαντες δαιμονίοις καὶ οὐ θεῷ
[8] ἐπελάθεσθε δὲ τὸν τροφεύσαντα ὑμᾶς θεὸν αἰώνιον ἐλυπήσατε δὲ καὶ τὴν ἐκθρέψασαν ὑμᾶς ιερουσαλημ
[9] εἶδεν γὰρ τὴν ἐπελθοῦσαν ὑμῖν ὀργὴν παρὰ τοῦ θεοῦ καὶ εἶπεν ἀκούσατε αἱ πάροικοι σιων ἐπήγαγέν μοι ὁ θεὸς πένθος μέγα
[10] εἶδον γὰρ τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ τῶν θυγατέρων ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος
[11] ἔθρεψα γὰρ αὐτοὺς μετ εὐφροσύνης ἐξαπέστειλα δὲ μετὰ κλαυθμοῦ καὶ πένθους
[12] μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ καὶ καταλειφθείσῃ ὑπὸ πολλῶν ἠρημώθην διὰ τὰς ἁμαρτίας τῶν τέκνων μου διότι ἐξέκλιναν ἐκ νόμου θεοῦ
[13] δικαιώματα δὲ αὐτοῦ οὐκ ἔγνωσαν οὐδὲ ἐπορεύθησαν ὁδοῖς ἐντολῶν θεοῦ οὐδὲ τρίβους παιδείας ἐν δικαιοσύνῃ αὐτοῦ ἐπέβησαν
[14] ἐλθάτωσαν αἱ πάροικοι σιων καὶ μνήσθητε τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ θυγατέρων ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος
[15] ἐπήγαγεν γὰρ ἐπ αὐτοὺς ἔθνος μακρόθεν ἔθνος ἀναιδὲς καὶ ἀλλόγλωσσον οἳ οὐκ ᾐσχύνθησαν πρεσβύτην οὐδὲ παιδίον ἠλέησαν
[16] καὶ ἀπήγαγον τοὺς ἀγαπητοὺς τῆς χήρας καὶ ἀπὸ τῶν θυγατέρων τὴν μόνην ἠρήμωσαν
[17] ἐγὼ δὲ τί δυνατὴ βοηθῆσαι ὑμῖν
[18] ὁ γὰρ ἐπαγαγὼν τὰ κακὰ ὑμῖν ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν
[19] βαδίζετε τέκνα βαδίζετε ἐγὼ γὰρ κατελείφθην ἔρημος
[20] ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης ἐνεδυσάμην δὲ σάκκον τῆς δεήσεώς μου κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου
[21] θαρσεῖτε τέκνα βοήσατε πρὸς τὸν θεόν καὶ ἐξελεῖται ὑμᾶς ἐκ δυναστείας ἐκ χειρὸς ἐχθρῶν
[22] ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν καὶ ἦλθέν μοι χαρὰ παρὰ τοῦ ἁγίου ἐπὶ τῇ ἐλεημοσύνῃ ἣ ἥξει ὑμῖν ἐν τάχει παρὰ τοῦ αἰωνίου σωτῆρος ὑμῶν
[23] ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ πένθους καὶ κλαυθμοῦ ἀποδώσει δέ μοι ὁ θεὸς ὑμᾶς μετὰ χαρμοσύνης καὶ εὐφροσύνης εἰς τὸν αἰῶνα
[24] ὥσπερ γὰρ νῦν ἑωράκασιν αἱ πάροικοι σιων τὴν ὑμετέραν αἰχμαλωσίαν οὕτως ὄψονται ἐν τάχει τὴν παρὰ τοῦ θεοῦ ὑμῶν σωτηρίαν ἣ ἐπελεύσεται ὑμῖν μετὰ δόξης μεγάλης καὶ λαμπρότητος τοῦ αἰωνίου
[25] τέκνα μακροθυμήσατε τὴν παρὰ τοῦ θεοῦ ἐπελθοῦσαν ὑμῖν ὀργήν κατεδίωξέν σε ὁ ἐχθρός σου καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει καὶ ἐπὶ τραχήλους αὐτῶν ἐπιβήσῃ
[26] οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τραχείας ἤρθησαν ὡς ποίμνιον ἡρπασμένον ὑπὸ ἐχθρῶν
[27] θαρσήσατε τέκνα καὶ βοήσατε πρὸς τὸν θεόν ἔσται γὰρ ὑμῶν ὑπὸ τοῦ ἐπάγοντος μνεία
[28] ὥσπερ γὰρ ἐγένετο ἡ διάνοια ὑμῶν εἰς τὸ πλανηθῆναι ἀπὸ τοῦ θεοῦ δεκαπλασιάσατε ἐπιστραφέντες ζητῆσαι αὐτόν
[29] ὁ γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ ἐπάξει ὑμῖν τὴν αἰώνιον εὐφροσύνην μετὰ τῆς σωτηρίας ὑμῶν
[30] θάρσει ιερουσαλημ παρακαλέσει σε ὁ ὀνομάσας σε
[31] δείλαιοι οἱ σὲ κακώσαντες καὶ ἐπιχαρέντες τῇ σῇ πτώσει
[32] δείλαιαι αἱ πόλεις αἷς ἐδούλευσαν τὰ τέκνα σου δειλαία ἡ δεξαμένη τοὺς υἱούς σου
[33] ὥσπερ γὰρ ἐχάρη ἐπὶ τῇ σῇ πτώσει καὶ εὐφράνθη ἐπὶ τῷ πτώματί σου οὕτως λυπηθήσεται ἐπὶ τῇ ἑαυτῆς ἐρημίᾳ
[34] καὶ περιελῶ αὐτῆς τὸ ἀγαλλίαμα τῆς πολυοχλίας καὶ τὸ ἀγαυρίαμα αὐτῆς ἔσται εἰς πένθος
[35] πῦρ γὰρ ἐπελεύσεται αὐτῇ παρὰ τοῦ αἰωνίου εἰς ἡμέρας μακράς καὶ κατοικηθήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον
[36] περίβλεψαι πρὸς ἀνατολάς ιερουσαλημ καὶ ἰδὲ τὴν εὐφροσύνην τὴν παρὰ τοῦ θεοῦ σοι ἐρχομένην
[37] ἰδοὺ ἔρχονται οἱ υἱοί σου οὓς ἐξαπέστειλας ἔρχονται συνηγμένοι ἀπ ἀνατολῶν ἕως δυσμῶν τῷ ῥήματι τοῦ ἁγίου χαίροντες τῇ τοῦ θεοῦ δόξῃ
|