|
[1]καὶἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας ναβουχοδονοσορ συνέβη εἰς ὁράματα καὶ ἐνύπνια ἐμπεσεῖν τὸν βασιλέα καὶ ταραχθῆναι ἐν τῷ ἐνυπνίῳ αὐτοῦ καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπ αὐτοῦ
[2]καὶἐπέταξεν ὁ βασιλεὺς εἰσενεχθῆναι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς τῶν χαλδαίων ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ καὶ παραγενόμενοι ἔστησαν παρὰ τῷ βασιλεῖ
[3]καὶεἶπεν αὐτοῖς ὁ βασιλεύς ἐνύπνιον ἑώρακα καὶ ἐκινήθη μου τὸ πνεῦμα ἐπιγνῶναι οὖν θέλω τὸ ἐνύπνιον
[4]καὶἐλάλησαν οἱ χαλδαῖοι πρὸς τὸν βασιλέα συριστί κύριε βασιλεῦ τὸν αἰῶνα ζῆθι ἀνάγγειλον τὸ ἐνύπνιόν σου τοῖς παισί σου καὶ ἡμεῖς σοι φράσομεν τὴν σύγκρισιν αὐτοῦ
[5]ἀποκριθεὶςδὲ ὁ βασιλεὺς εἶπε τοῖς χαλδαίοις ὅτι ἐὰν μὴ ἀπαγγείλητέ μοι ἐπ ἀληθείας τὸ ἐνύπνιον καὶ τὴν τούτου σύγκρισιν δηλώσητέ μοι παραδειγματισθήσεσθε καὶ ἀναληφθήσεται ὑμῶν τὰ ὑπάρχοντα εἰς τὸ βασιλικόν
[6]ἐὰνδὲ τὸ ἐνύπνιον διασαφήσητέ μοι καὶ τὴν τούτου σύγκρισιν ἀναγγείλητε λήψεσθε δόματα παντοῖα καὶ δοξασθήσεσθε ὑπ ἐμοῦ δηλώσατέ μοι τὸ ἐνύπνιον καὶ κρίνατε
[7]ἀπεκρίθησανδὲ ἐκ δευτέρου λέγοντες βασιλεῦ τὸ ὅραμα εἰπόν καὶ οἱ παῖδές σου κρινοῦσι πρὸς ταῦτα
[8]καὶεἶπεν αὐτοῖς ὁ βασιλεύς ἐπ ἀληθείας οἶδα ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε καθάπερ ἑωράκατε ὅτι ἀπέστη ἀπ ἐμοῦ τὸ πρᾶγμα καθάπερ οὖν προστέταχα οὕτως ἔσται
[9]ἐὰνμὴ τὸ ἐνύπνιον ἀπαγγείλητέ μοι ἐπ ἀληθείας καὶ τὴν τούτου σύγκρισιν δηλώσητε θανάτῳ περιπεσεῖσθε συνείπασθε γὰρ λόγους ψευδεῖς ποιήσασθαι ἐπ ἐμοῦ ἕως ἂν ὁ καιρὸς ἀλλοιωθῇ νῦν οὖν ἐὰν τὸ ῥῆμα εἴπητέ μοι ὃ τὴν νύκτα ἑώρακα γνώσομαι ὅτι καὶ τὴν τούτου κρίσιν δηλώσετε
[10]καὶἀπεκρίθησαν οἱ χαλδαῖοι ἐπὶ τοῦ βασιλέως ὅτι οὐδεὶς τῶν ἐπὶ τῆς γῆς δυνήσεται εἰπεῖν τῷ βασιλεῖ ὃ ἑώρακε καθάπερ σὺ ἐρωτᾷς καὶ πᾶς βασιλεὺς καὶ πᾶς δυνάστης τοιοῦτο πρᾶγμα οὐκ ἐπερωτᾷ πάντα σοφὸν καὶ μάγον καὶ χαλδαῖον
[11]καὶὁ λόγος ὃν ζητεῖς βασιλεῦ βαρύς ἐστι καὶ ἐπίδοξος καὶ οὐδείς ἐστιν ὃς δηλώσει ταῦτα τῷ βασιλεῖ εἰ μήτι ἄγγελος οὗ οὐκ ἔστι κατοικητήριον μετὰ πάσης σαρκός ὅθεν οὐκ ἐνδέχεται γενέσθαι καθάπερ οἴει
[12]τότεὁ βασιλεὺς στυγνὸς γενόμενος καὶ περίλυπος προσέταξεν ἐξαγαγεῖν πάντας τοὺς σοφοὺς τῆς βαβυλωνίας
[13]καὶἐδογματίσθη πάντας ἀποκτεῖναι ἐζητήθη δὲ ὁ δανιηλ καὶ πάντες οἱ μετ αὐτοῦ χάριν τοῦ συναπολέσθαι
[14]τότεδανιηλ εἶπε βουλὴν καὶ γνώμην ἣν εἶχεν αριώχῃ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως ᾧ προσέταξεν ἐξαγαγεῖν τοὺς σοφιστὰς τῆς βαβυλωνίας
[15]καὶἐπυνθάνετο αὐτοῦ λέγων περὶ τίνος δογματίζεται πικρῶς παρὰ τοῦ βασιλέως τότε τὸ πρόσταγμα ἐσήμανεν ὁ αριώχης τῷ δανιηλ
[16]ὁδὲ δανιηλ εἰσῆλθε ταχέως πρὸς τὸν βασιλέα καὶ ἠξίωσεν ἵνα δοθῇ αὐτῷ χρόνος παρὰ τοῦ βασιλέως καὶ δηλώσῃ πάντα ἐπὶ τοῦ βασιλέως
[17]τότεἀπελθὼν δανιηλ εἰς τὸν οἶκον αὐτοῦ τῷ ανανια καὶ μισαηλ καὶ αζαρια τοῖς συνεταίροις ὑπέδειξε πάντα
[18]καὶπαρήγγειλε νηστείαν καὶ δέησιν καὶ τιμωρίαν ζητῆσαι παρὰ τοῦ κυρίου τοῦ ὑψίστου περὶ τοῦ μυστηρίου τούτου ὅπως μὴ ἐκδοθῶσι δανιηλ καὶ οἱ μετ αὐτοῦ εἰς ἀπώλειαν ἅμα τοῖς σοφισταῖς βαβυλῶνος
[19]τότετῷ δανιηλ ἐν ὁράματι ἐν αὐτῇ τῇ νυκτὶ τὸ μυστήριον τοῦ βασιλέως ἐξεφάνθη εὐσήμως τότε δανιηλ εὐλόγησε τὸν κύριον τὸν ὕψιστον
[20]καὶἐκφωνήσας εἶπεν ἔσται τὸ ὄνομα τοῦ κυρίου τοῦ μεγάλου εὐλογημένον εἰς τὸν αἰῶνα ὅτι ἡ σοφία καὶ ἡ μεγαλωσύνη αὐτοῦ ἐστι
[21]καὶαὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους μεθιστῶν βασιλεῖς καὶ καθιστῶν διδοὺς σοφοῖς σοφίαν καὶ σύνεσιν τοῖς ἐν ἐπιστήμῃ οὖσιν
[22]ἀνακαλύπτωντὰ βαθέα καὶ σκοτεινὰ καὶ γινώσκων τὰ ἐν τῷ σκότει καὶ τὰ ἐν τῷ φωτί καὶ παρ αὐτῷ κατάλυσις
[23]σοίκύριε τῶν πατέρων μου ἐξομολογοῦμαι καὶ αἰνῶ ὅτι σοφίαν καὶ φρόνησιν ἔδωκάς μοι καὶ νῦν ἐσήμανάς μοι ὅσα ἠξίωσα τοῦ δηλῶσαι τῷ βασιλεῖ πρὸς ταῦτα
[24]εἰσελθὼνδὲ δανιηλ πρὸς τὸν αριωχ τὸν κατασταθέντα ὑπὸ τοῦ βασιλέως ἀποκτεῖναι πάντας τοὺς σοφιστὰς τῆς βαβυλωνίας εἶπεν αὐτῷ τοὺς μὲν σοφιστὰς τῆς βαβυλωνίας μὴ ἀπολέσῃς εἰσάγαγε δέ με πρὸς τὸν βασιλέα καὶ ἕκαστα τῷ βασιλεῖ δηλώσω
[25]τότεαριωχ κατὰ σπουδὴν εἰσήγαγεν τὸν δανιηλ πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὅτι εὕρηκα ἄνθρωπον σοφὸν ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν τῆς ιουδαίας ὃς τῷ βασιλεῖ δηλώσει ἕκαστα
[26]ἀποκριθεὶςδὲ ὁ βασιλεὺς εἶπε τῷ δανιηλ ἐπικαλουμένῳ δὲ χαλδαϊστὶ βαλτασαρ δυνήσῃ δηλῶσαί μοι τὸ ὅραμα ὃ εἶδον καὶ τὴν τούτου σύγκρισιν
[27]ἐκφωνήσαςδὲ ὁ δανιηλ ἐπὶ τοῦ βασιλέως εἶπεν τὸ μυστήριον ὃ ἑώρακεν ὁ βασιλεύς οὐκ ἔστι σοφῶν καὶ φαρμακῶν καὶ ἐπαοιδῶν καὶ γαζαρηνῶν ἡ δήλωσις
[28]ἀλλἔστι θεὸς ἐν οὐρανῷ ἀνακαλύπτων μυστήρια ὃς ἐδήλωσε τῷ βασιλεῖ ναβουχοδονοσορ ἃ δεῖ γενέσθαι ἐπ ἐσχάτων τῶν ἡμερῶν βασιλεῦ εἰς τὸν αἰῶνα ζῆθι τὸ ἐνύπνιον καὶ τὸ ὅραμα τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης σου τοῦτό ἐστι
[29]σύβασιλεῦ κατακλιθεὶς ἐπὶ τῆς κοίτης σου ἑώρακας πάντα ὅσα δεῖ γενέσθαι ἐπ ἐσχάτων τῶν ἡμερῶν καὶ ὁ ἀνακαλύπτων μυστήρια ἐδήλωσέ σοι ἃ δεῖ γενέσθαι
[30]κἀμοὶδὲ οὐ παρὰ τὴν σοφίαν τὴν οὖσαν ἐν ἐμοὶ ὑπὲρ πάντας τοὺς ἀνθρώπους τὸ μυστήριον τοῦτο ἐξεφάνθη ἀλλ ἕνεκεν τοῦ δηλωθῆναι τῷ βασιλεῖ ἐσημάνθη μοι ἃ ὑπέλαβες τῇ καρδίᾳ σου ἐν γνώσει
[31]καὶσύ βασιλεῦ ἑώρακας καὶ ἰδοὺ εἰκὼν μία καὶ ἦν ἡ εἰκὼν ἐκείνη μεγάλη σφόδρα καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερὴς ἑστήκει ἐναντίον σου καὶ ἡ πρόσοψις τῆς εἰκόνος φοβερά
[32]καὶἦν ἡ κεφαλὴ αὐτῆς ἀπὸ χρυσίου χρηστοῦ τὸ στῆθος καὶ οἱ βραχίονες ἀργυροῖ ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ
[33]τὰδὲ σκέλη σιδηρᾶ οἱ πόδες μέρος μέν τι σιδήρου μέρος δέ τι ὀστράκινον
[34]ἑώρακαςἕως ὅτου ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ κατήλεσεν αὐτά
[35]τότελεπτὰ ἐγένετο ἅμα ὁ σίδηρος καὶ τὸ ὄστρακον καὶ ὁ χαλκὸς καὶ ὁ ἄργυρος καὶ τὸ χρυσίον καὶ ἐγένετο ὡσεὶ λεπτότερον ἀχύρου ἐν ἅλωνι καὶ ἐρρίπισεν αὐτὰ ὁ ἄνεμος ὥστε μηδὲν καταλειφθῆναι ἐξ αὐτῶν καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο ὄρος μέγα καὶ ἐπάταξε πᾶσαν τὴν γῆν
[36]τοῦτοτὸ ὅραμα καὶ τὴν κρίσιν δὲ ἐροῦμεν ἐπὶ τοῦ βασιλέως
[37]σύβασιλεῦ βασιλεὺς βασιλέων καὶ σοὶ ὁ κύριος τοῦ οὐρανοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν καὶ τὴν ἰσχὺν καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν
[38]ἐνπάσῃ τῇ οἰκουμένῃ ἀπὸ ἀνθρώπων καὶ θηρίων ἀγρίων καὶ πετεινῶν οὐρανοῦ καὶ τῶν ἰχθύων τῆς θαλάσσης παρέδωκεν ὑπὸ τὰς χεῖράς σου κυριεύειν πάντων σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ
[39]καὶμετὰ σὲ ἀναστήσεται βασιλεία ἐλάττων σου καὶ τρίτη βασιλεία ἄλλη χαλκῆ ἣ κυριεύσει πάσης τῆς γῆς
[40]καὶβασιλεία τετάρτη ἰσχυρὰ ὥσπερ ὁ σίδηρος ὁ δαμάζων πάντα καὶ πᾶν δένδρον ἐκκόπτων καὶ σεισθήσεται πᾶσα ἡ γῆ
[41]καὶὡς ἑώρακας τοὺς πόδας αὐτῆς μέρος μέν τι ὀστράκου κεραμικοῦ μέρος δέ τι σιδήρου βασιλεία ἄλλη διμερὴς ἔσται ἐν αὐτῇ καθάπερ εἶδες τὸν σίδηρον ἀναμεμειγμένον ἅμα τῷ πηλίνῳ ὀστράκῳ
[42]καὶοἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν μέρος δέ τι ὀστράκινον μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρὸν καὶ μέρος τι ἔσται συντετριμμένον
[43]καὶὡς εἶδες τὸν σίδηρον ἀναμεμειγμένον ἅμα τῷ πηλίνῳ ὀστράκῳ συμμειγεῖς ἔσονται εἰς γένεσιν ἀνθρώπων οὐκ ἔσονται δὲ ὁμονοοῦντες οὔτε εὐνοοῦντες ἀλλήλοις ὥσπερ οὐδὲ ὁ σίδηρος δύναται συγκραθῆναι τῷ ὀστράκῳ
[44]καὶἐν τοῖς χρόνοις τῶν βασιλέων τούτων στήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἄλλην ἥτις ἔσται εἰς τοὺς αἰῶνας καὶ οὐ φθαρήσεται καὶ αὕτη ἡ βασιλεία ἄλλο ἔθνος οὐ μὴ ἐάσῃ πατάξει δὲ καὶ ἀφανίσει τὰς βασιλείας ταύτας καὶ αὐτὴ στήσεται εἰς τὸν αἰῶνα
[45]καθάπερἑώρακας ἐξ ὄρους τμηθῆναι λίθον ἄνευ χειρῶν καὶ συνηλόησε τὸ ὄστρακον τὸν σίδηρον καὶ τὸν χαλκὸν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσόν ὁ θεὸς ὁ μέγας ἐσήμανε τῷ βασιλεῖ τὰ ἐσόμενα ἐπ ἐσχάτων τῶν ἡμερῶν καὶ ἀκριβὲς τὸ ὅραμα καὶ πιστὴ ἡ τούτου κρίσις
[46]τότεναβουχοδονοσορ ὁ βασιλεὺς πεσὼν ἐπὶ πρόσωπον χαμαὶ προσεκύνησε τῷ δανιηλ καὶ ἐπέταξε θυσίας καὶ σπονδὰς ποιῆσαι αὐτῷ
[47]καὶἐκφωνήσας ὁ βασιλεὺς πρὸς τὸν δανιηλ εἶπεν ἐπ ἀληθείας ἐστὶν ὁ θεὸς ὑμῶν θεὸς τῶν θεῶν καὶ κύριος τῶν βασιλέων ὁ ἐκφαίνων μυστήρια κρυπτὰ μόνος ὅτι ἐδυνάσθης δηλῶσαι τὸ μυστήριον τοῦτο
[48]τότεὁ βασιλεὺς ναβουχοδονοσορ δανιηλ μεγαλύνας καὶ δοὺς δωρεὰς μεγάλας καὶ πολλὰς κατέστησεν ἐπὶ τῶν πραγμάτων τῆς βαβυλωνίας καὶ ἀπέδειξεν αὐτὸν ἄρχοντα καὶ ἡγούμενον πάντων τῶν σοφιστῶν βαβυλωνίας
[49]καὶδανιηλ ἠξίωσε τὸν βασιλέα ἵνα κατασταθῶσιν ἐπὶ τῶν πραγμάτων τῆς βαβυλωνίας σεδραχ μισαχ αβδεναγω καὶ δανιηλ ἦν ἐν τῇ βασιλικῇ αὐλῇ
|