|
[1] καὶ ἀνέβη μωυσῆς ἀπὸ αραβωθ μωαβ ἐπὶ τὸ ὄρος ναβαυ ἐπὶ κορυφὴν φασγα ἥ ἐστιν ἐπὶ προσώπου ιεριχω καὶ ἔδειξεν αὐτῷ κύριος πᾶσαν τὴν γῆν γαλααδ ἕως δαν
[2] καὶ πᾶσαν τὴν γῆν νεφθαλι καὶ πᾶσαν τὴν γῆν εφραιμ καὶ μανασση καὶ πᾶσαν τὴν γῆν ιουδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης
[3] καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα ιεριχω πόλιν φοινίκων ἕως σηγωρ
[4] καὶ εἶπεν κύριος πρὸς μωυσῆν αὕτη ἡ γῆ ἣν ὤμοσα αβρααμ καὶ ισαακ καὶ ιακωβ λέγων τῷ σπέρματι ὑμῶν δώσω αὐτήν καὶ ἔδειξα αὐτὴν τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ
[5] καὶ ἐτελεύτησεν μωυσῆς οἰκέτης κυρίου ἐν γῇ μωαβ διὰ ῥήματος κυρίου
[6] καὶ ἔθαψαν αὐτὸν ἐν γαι ἐν γῇ μωαβ ἐγγὺς οἴκου φογωρ καὶ οὐκ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης
[7] μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ οὐδὲ ἐφθάρησαν τὰ χελύνια αὐτοῦ
[8] καὶ ἔκλαυσαν οἱ υἱοὶ ισραηλ τὸν μωυσῆν ἐν αραβωθ μωαβ ἐπὶ τοῦ ιορδάνου κατὰ ιεριχω τριάκοντα ἡμέρας καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ μωυσῆ
[9] καὶ ἰησοῦς υἱὸς ναυη ἐνεπλήσθη πνεύματος συνέσεως ἐπέθηκεν γὰρ μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ αὐτόν καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ ισραηλ καὶ ἐποίησαν καθότι ἐνετείλατο κύριος τῷ μωυσῇ
[10] καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν ισραηλ ὡς μωυσῆς ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον
[11] ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν ὃν ἀπέστειλεν αὐτὸν κύριος ποιῆσαι αὐτὰ ἐν γῇ αἰγύπτῳ φαραω καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ
[12] τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χεῖρα τὴν κραταιάν ἃ ἐποίησεν μωυσῆς ἔναντι παντὸς ισραηλ
|