|
[1] καὶ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος εἰς βαβυλῶνα καὶ ἐπέστρεψαν εἰς ιερουσαλημ καὶ ιουδα ἀνὴρ εἰς πόλιν αὐτοῦ
[2] οἳ ἦλθον μετὰ ζοροβαβελ ἰησοῦς νεεμιας σαραιας ρεελιας μαρδοχαιος βαλασαν μασφαρ βαγουι ρεουμ βαανα ἀνδρῶν ἀριθμὸς λαοῦ ισραηλ
[3] υἱοὶ φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο
[4] υἱοὶ σαφατια τριακόσιοι ἑβδομήκοντα δύο
[5] υἱοὶ ηρα ἑπτακόσιοι ἑβδομήκοντα πέντε
[6] υἱοὶ φααθμωαβ τοῖς υἱοῖς ιησουε ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο
[7] υἱοὶ αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
[8] υἱοὶ ζαθουα ἐννακόσιοι τεσσαράκοντα πέντε
[9] υἱοὶ ζακχου ἑπτακόσιοι ἑξήκοντα
[10] υἱοὶ βανουι ἑξακόσιοι τεσσαράκοντα δύο
[11] υἱοὶ βαβι ἑξακόσιοι εἴκοσι τρεῖς
[12] υἱοὶ ασγαδ τρισχίλιοι διακόσιοι εἴκοσι δύο
[13] υἱοὶ αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἕξ
[14] υἱοὶ βαγοι δισχίλιοι πεντήκοντα ἕξ
[15] υἱοὶ αδιν τετρακόσιοι πεντήκοντα τέσσαρες
[16] υἱοὶ ατηρ τῷ εζεκια ἐνενήκοντα ὀκτώ
[17] υἱοὶ βασου τριακόσιοι εἴκοσι τρεῖς
[18] υἱοὶ ιωρα ἑκατὸν δέκα δύο
[19] υἱοὶ ασεμ διακόσιοι εἴκοσι τρεῖς
[20] υἱοὶ γαβερ ἐνενήκοντα πέντε
[21] υἱοὶ βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς
[22] υἱοὶ νετωφα πεντήκοντα ἕξ
[23] υἱοὶ αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ
[24] υἱοὶ ασμωθ τεσσαράκοντα δύο
[25] υἱοὶ καριαθιαριμ καφιρα καὶ βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς
[26] υἱοὶ αραμα καὶ γαβαα ἑξακόσιοι εἴκοσι εἷς
[27] ἄνδρες μαχμας ἑκατὸν εἴκοσι δύο
[28] ἄνδρες βαιθηλ καὶ αια τετρακόσιοι εἴκοσι τρεῖς
[29] υἱοὶ ναβου πεντήκοντα δύο
[30] υἱοὶ μαγεβως ἑκατὸν πεντήκοντα ἕξ
[31] υἱοὶ ηλαμ-αρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
[32] υἱοὶ ηραμ τριακόσιοι εἴκοσι
[33] υἱοὶ λοδ αρωθ καὶ ωνω ἑπτακόσιοι εἴκοσι πέντε
[34] υἱοὶ ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε
[35] υἱοὶ σαναα τρισχίλιοι ἑξακόσιοι τριάκοντα
[36] καὶ οἱ ἱερεῖς υἱοὶ ιεδουα τῷ οἴκῳ ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς
[37] υἱοὶ εμμηρ χίλιοι πεντήκοντα δύο
[38] υἱοὶ φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά
[39] υἱοὶ ηρεμ χίλιοι ἑπτά
[40] καὶ οἱ λευῖται υἱοὶ ἰησοῦ καὶ καδμιηλ τοῖς υἱοῖς ωδουια ἑβδομήκοντα τέσσαρες
[41] οἱ ᾄδοντες υἱοὶ ασαφ ἑκατὸν εἴκοσι ὀκτώ
[42] υἱοὶ τῶν πυλωρῶν υἱοὶ σαλουμ υἱοὶ ατηρ υἱοὶ τελμων υἱοὶ ακουβ υἱοὶ ατιτα υἱοὶ σαβαου οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα
[43] οἱ ναθιναῖοι υἱοὶ σουια υἱοὶ ασουφε υἱοὶ ταβαωθ
[44] υἱοὶ κηραος υἱοὶ σωηα υἱοὶ φαδων
[45] υἱοὶ λαβανω υἱοὶ αγαβα υἱοὶ ακαβωθ
[46] υἱοὶ αγαβ υἱοὶ σαμαλαι υἱοὶ αναν
[47] υἱοὶ κεδελ υἱοὶ γαερ υἱοὶ ρεηα
[48] υἱοὶ ρασων υἱοὶ νεκωδα υἱοὶ γαζεμ
[49] υἱοὶ ουσα υἱοὶ φαση υἱοὶ βασι
[50] υἱοὶ ασενα υἱοὶ μαωνιμ υἱοὶ ναφισων
[51] υἱοὶ βακβουκ υἱοὶ ακιφα υἱοὶ αρουρ
[52] υἱοὶ βασαλωθ υἱοὶ μαουδα υἱοὶ αρησα
[53] υἱοὶ βαρκους υἱοὶ σισαρα υἱοὶ θεμα
[54] υἱοὶ νασουε υἱοὶ ατουφα
[55] υἱοὶ αβδησελμα υἱοὶ σατι υἱοὶ ασεφηραθ υἱοὶ φαδουρα
[56] υἱοὶ ιεηλα υἱοὶ δαρκων υἱοὶ γεδηλ
[57] υἱοὶ σαφατια υἱοὶ ατιλ υἱοὶ φαχεραθ-ασεβωιν υἱοὶ ημι
[58] πάντες οἱ ναθινιν καὶ υἱοὶ αβδησελμα τριακόσιοι ἐνενήκοντα δύο
[59] καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ θελμελεθ θελαρησα χαρουβ ηδαν εμμηρ καὶ οὐκ ἠδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ ισραηλ εἰσίν
[60] υἱοὶ δαλαια υἱοὶ βουα υἱοὶ τωβια υἱοὶ νεκωδα ἑξακόσιοι πεντήκοντα δύο
[61] καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων υἱοὶ χαβια υἱοὶ ακους υἱοὶ βερζελλαι ὃς ἔλαβεν ἀπὸ θυγατέρων βερζελλαι τοῦ γαλααδίτου γυναῖκα καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν
[62] οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσιμ καὶ οὐχ εὑρέθησαν καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας
[63] καὶ εἶπεν αθερσαθα αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσιν καὶ τοῖς τελείοις
[64] πᾶσα δὲ ἡ ἐκκλησία ὡς εἷς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα
[65] χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι
[66] ἵπποι αὐτῶν ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι αὐτῶν διακόσιοι τεσσαράκοντα πέντε
[67] κάμηλοι αὐτῶν τετρακόσιοι τριάκοντα πέντε ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι
[68] καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ ἐλθεῖν αὐτοὺς εἰς οἶκον κυρίου τὸν ἐν ιερουσαλημ ἡκουσιάσαντο εἰς οἶκον τοῦ θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ
[69] ὡς ἡ δύναμις αὐτῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν μναῖ ἓξ μυριάδες καὶ χίλιαι καὶ ἀργύριον μναῖ πεντακισχίλιαι καὶ κοθωνοι τῶν ἱερέων ἑκατόν
[70] καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς ισραηλ ἐν πόλεσιν αὐτῶν
|