|
[1] αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν νωε σημ χαμ ιαφεθ καὶ ἐγενήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν
[2] υἱοὶ ιαφεθ γαμερ καὶ μαγωγ καὶ μαδαι καὶ ιωυαν καὶ ελισα καὶ θοβελ καὶ μοσοχ καὶ θιρας
[3] καὶ υἱοὶ γαμερ ασχαναζ καὶ ριφαθ καὶ θοργαμα
[4] καὶ υἱοὶ ιωυαν ελισα καὶ θαρσις κίτιοι ῥόδιοι
[5] ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν
[6] υἱοὶ δὲ χαμ χους καὶ μεσραιμ φουδ καὶ χανααν
[7] υἱοὶ δὲ χους σαβα καὶ ευιλα καὶ σαβαθα καὶ ρεγμα καὶ σαβακαθα υἱοὶ δὲ ρεγμα σαβα καὶ δαδαν
[8] χους δὲ ἐγέννησεν τὸν νεβρωδ οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς
[9] οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον κυρίου τοῦ θεοῦ διὰ τοῦτο ἐροῦσιν ὡς νεβρωδ γίγας κυνηγὸς ἐναντίον κυρίου
[10] καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ βαβυλὼν καὶ ορεχ καὶ αρχαδ καὶ χαλαννη ἐν τῇ γῇ σεννααρ
[11] ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν ασσουρ καὶ ᾠκοδόμησεν τὴν νινευη καὶ τὴν ροωβωθ πόλιν καὶ τὴν χαλαχ
[12] καὶ τὴν δασεμ ἀνὰ μέσον νινευη καὶ ἀνὰ μέσον χαλαχ αὕτη ἡ πόλις ἡ μεγάλη
[13] καὶ μεσραιμ ἐγέννησεν τοὺς λουδιιμ καὶ τοὺς ενεμετιιμ καὶ τοὺς λαβιιμ καὶ τοὺς νεφθαλιιμ
[14] καὶ τοὺς πατροσωνιιμ καὶ τοὺς χασλωνιιμ ὅθεν ἐξῆλθεν ἐκεῖθεν φυλιστιιμ καὶ τοὺς καφθοριιμ
[15] χανααν δὲ ἐγέννησεν τὸν σιδῶνα πρωτότοκον καὶ τὸν χετταῖον
[16] καὶ τὸν ιεβουσαῖον καὶ τὸν αμορραῖον καὶ τὸν γεργεσαῖον
[17] καὶ τὸν ευαῖον καὶ τὸν αρουκαῖον καὶ τὸν ασενναῖον
[18] καὶ τὸν ἀράδιον καὶ τὸν σαμαραῖον καὶ τὸν αμαθι καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν χαναναίων
[19] καὶ ἐγένοντο τὰ ὅρια τῶν χαναναίων ἀπὸ σιδῶνος ἕως ἐλθεῖν εἰς γεραρα καὶ γάζαν ἕως ἐλθεῖν σοδομων καὶ γομορρας αδαμα καὶ σεβωιμ ἕως λασα
[20] οὗτοι υἱοὶ χαμ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν
[21] καὶ τῷ σημ ἐγενήθη καὶ αὐτῷ πατρὶ πάντων τῶν υἱῶν εβερ ἀδελφῷ ιαφεθ τοῦ μείζονος
[22] υἱοὶ σημ αιλαμ καὶ ασσουρ καὶ αρφαξαδ καὶ λουδ καὶ αραμ καὶ καιναν
[23] καὶ υἱοὶ αραμ ως καὶ ουλ καὶ γαθερ καὶ μοσοχ
[24] καὶ αρφαξαδ ἐγέννησεν τὸν καιναν καὶ καιναν ἐγέννησεν τὸν σαλα σαλα δὲ ἐγέννησεν τὸν εβερ
[25] καὶ τῷ εβερ ἐγενήθησαν δύο υἱοί ὄνομα τῷ ἑνὶ φαλεκ ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ ιεκταν
[26] ιεκταν δὲ ἐγέννησεν τὸν ελμωδαδ καὶ τὸν σαλεφ καὶ ασαρμωθ καὶ ιαραχ
[27] καὶ οδορρα καὶ αιζηλ καὶ δεκλα
[28] καὶ αβιμεηλ καὶ σαβευ
[29] καὶ ουφιρ καὶ ευιλα καὶ ιωβαβ πάντες οὗτοι υἱοὶ ιεκταν
[30] καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ μασση ἕως ἐλθεῖν εἰς σωφηρα ὄρος ἀνατολῶν
[31] οὗτοι υἱοὶ σημ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν
[32] αὗται αἱ φυλαὶ υἱῶν νωε κατὰ γενέσεις αὐτῶν κατὰ τὰ ἔθνη αὐτῶν ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν
|