|
[1] προσθέμενος δὲ αβρααμ ἔλαβεν γυναῖκα ᾗ ὄνομα χεττουρα
[2] ἔτεκεν δὲ αὐτῷ τὸν ζεμραν καὶ τὸν ιεξαν καὶ τὸν μαδαν καὶ τὸν μαδιαμ καὶ τὸν ιεσβοκ καὶ τὸν σωυε
[3] ιεξαν δὲ ἐγέννησεν τὸν σαβα καὶ τὸν θαιμαν καὶ τὸν δαιδαν υἱοὶ δὲ δαιδαν ἐγένοντο ραγουηλ καὶ ναβδεηλ καὶ ασσουριιμ καὶ λατουσιιμ καὶ λοωμιμ
[4] υἱοὶ δὲ μαδιαμ γαιφα καὶ αφερ καὶ ενωχ καὶ αβιρα καὶ ελραγα πάντες οὗτοι ἦσαν υἱοὶ χεττουρας
[5] ἔδωκεν δὲ αβρααμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ ισαακ τῷ υἱῷ αὐτοῦ
[6] καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν αβρααμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ ισαακ τοῦ υἱοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν
[7] ταῦτα δὲ τὰ ἔτη ἡμερῶν ζωῆς αβρααμ ὅσα ἔζησεν ἑκατὸν ἑβδομήκοντα πέντε ἔτη
[8] καὶ ἐκλιπὼν ἀπέθανεν αβρααμ ἐν γήρει καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ
[9] καὶ ἔθαψαν αὐτὸν ισαακ καὶ ισμαηλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν εἰς τὸν ἀγρὸν εφρων τοῦ σααρ τοῦ χετταίου ὅ ἐστιν ἀπέναντι μαμβρη
[10] τὸν ἀγρὸν καὶ τὸ σπήλαιον ὃ ἐκτήσατο αβρααμ παρὰ τῶν υἱῶν χετ ἐκεῖ ἔθαψαν αβρααμ καὶ σαρραν τὴν γυναῖκα αὐτοῦ
[11] ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν αβρααμ εὐλόγησεν ὁ θεὸς ισαακ τὸν υἱὸν αὐτοῦ καὶ κατῴκησεν ισαακ παρὰ τὸ φρέαρ τῆς ὁράσεως
[12] αὗται δὲ αἱ γενέσεις ισμαηλ τοῦ υἱοῦ αβρααμ ὃν ἔτεκεν αγαρ ἡ παιδίσκη σαρρας τῷ αβρααμ
[13] καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν ισμαηλ κατ ὄνομα τῶν γενεῶν αὐτοῦ πρωτότοκος ισμαηλ ναβαιωθ καὶ κηδαρ καὶ ναβδεηλ καὶ μασσαμ
[14] καὶ μασμα καὶ ιδουμα καὶ μασση
[15] καὶ χοδδαδ καὶ θαιμαν καὶ ιετουρ καὶ ναφες καὶ κεδμα
[16] οὗτοί εἰσιν οἱ υἱοὶ ισμαηλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν
[17] καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς ισμαηλ ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ
[18] κατῴκησεν δὲ ἀπὸ ευιλατ ἕως σουρ ἥ ἐστιν κατὰ πρόσωπον αἰγύπτου ἕως ἐλθεῖν πρὸς ἀσσυρίους κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησεν
[19] καὶ αὗται αἱ γενέσεις ισαακ τοῦ υἱοῦ αβρααμ αβρααμ ἐγέννησεν τὸν ισαακ
[20] ἦν δὲ ισαακ ἐτῶν τεσσαράκοντα ὅτε ἔλαβεν τὴν ρεβεκκαν θυγατέρα βαθουηλ τοῦ σύρου ἐκ τῆς μεσοποταμίας ἀδελφὴν λαβαν τοῦ σύρου ἑαυτῷ γυναῖκα
[21] ἐδεῖτο δὲ ισαακ κυρίου περὶ ρεβεκκας τῆς γυναικὸς αὐτοῦ ὅτι στεῖρα ἦν ἐπήκουσεν δὲ αὐτοῦ ὁ θεός καὶ ἔλαβεν ἐν γαστρὶ ρεβεκκα ἡ γυνὴ αὐτοῦ
[22] ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ εἶπεν δέ εἰ οὕτως μοι μέλλει γίνεσθαι ἵνα τί μοι τοῦτο ἐπορεύθη δὲ πυθέσθαι παρὰ κυρίου
[23] καὶ εἶπεν κύριος αὐτῇ δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσιν καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται καὶ λαὸς λαοῦ ὑπερέξει καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι
[24] καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς
[25] ἐξῆλθεν δὲ ὁ υἱὸς ὁ πρωτότοκος πυρράκης ὅλος ὡσεὶ δορὰ δασύς ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ ησαυ
[26] καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης ησαυ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ιακωβ ισαακ δὲ ἦν ἐτῶν ἑξήκοντα ὅτε ἔτεκεν αὐτοὺς ρεβεκκα
[27] ηὐξήθησαν δὲ οἱ νεανίσκοι καὶ ἦν ησαυ ἄνθρωπος εἰδὼς κυνηγεῖν ἄγροικος ιακωβ δὲ ἦν ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν
[28] ἠγάπησεν δὲ ισαακ τὸν ησαυ ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ ρεβεκκα δὲ ἠγάπα τὸν ιακωβ
[29] ἥψησεν δὲ ιακωβ ἕψεμα ἦλθεν δὲ ησαυ ἐκ τοῦ πεδίου ἐκλείπων
[30] καὶ εἶπεν ησαυ τῷ ιακωβ γεῦσόν με ἀπὸ τοῦ ἑψέματος τοῦ πυρροῦ τούτου ὅτι ἐκλείπω διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ εδωμ
[31] εἶπεν δὲ ιακωβ τῷ ησαυ ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί
[32] εἶπεν δὲ ησαυ ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια
[33] καὶ εἶπεν αὐτῷ ιακωβ ὄμοσόν μοι σήμερον καὶ ὤμοσεν αὐτῷ ἀπέδοτο δὲ ησαυ τὰ πρωτοτόκια τῷ ιακωβ
[34] ιακωβ δὲ ἔδωκεν τῷ ησαυ ἄρτον καὶ ἕψεμα φακοῦ καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἀναστὰς ὤχετο καὶ ἐφαύλισεν ησαυ τὰ πρωτοτόκια
|