|
[1] αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν αδαμ κατ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν
[2] ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτῶν αδαμ ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς
[3] ἔζησεν δὲ αδαμ διακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ σηθ
[4] ἐγένοντο δὲ αἱ ἡμέραι αδαμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν σηθ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
[5] καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι αδαμ ἃς ἔζησεν ἐννακόσια καὶ τριάκοντα ἔτη καὶ ἀπέθανεν
[6] ἔζησεν δὲ σηθ διακόσια καὶ πέντε ἔτη καὶ ἐγέννησεν τὸν ενως
[7] καὶ ἔζησεν σηθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ενως ἑπτακόσια καὶ ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
[8] καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι σηθ ἐννακόσια καὶ δώδεκα ἔτη καὶ ἀπέθανεν
[9] καὶ ἔζησεν ενως ἑκατὸν ἐνενήκοντα ἔτη καὶ ἐγέννησεν τὸν καιναν
[10] καὶ ἔζησεν ενως μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν καιναν ἑπτακόσια καὶ δέκα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
[11] καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ενως ἐννακόσια καὶ πέντε ἔτη καὶ ἀπέθανεν
[12] καὶ ἔζησεν καιναν ἑκατὸν ἑβδομήκοντα ἔτη καὶ ἐγέννησεν τὸν μαλελεηλ
[13] καὶ ἔζησεν καιναν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν μαλελεηλ ἑπτακόσια καὶ τεσσαράκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
[14] καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι καιναν ἐννακόσια καὶ δέκα ἔτη καὶ ἀπέθανεν
[15] καὶ ἔζησεν μαλελεηλ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν ιαρεδ
[16] καὶ ἔζησεν μαλελεηλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ιαρεδ ἑπτακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
[17] καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι μαλελεηλ ὀκτακόσια καὶ ἐνενήκοντα πέντε ἔτη καὶ ἀπέθανεν
[18] καὶ ἔζησεν ιαρεδ ἑκατὸν καὶ ἑξήκοντα δύο ἔτη καὶ ἐγέννησεν τὸν ενωχ
[19] καὶ ἔζησεν ιαρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ενωχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
[20] καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ιαρεδ ἐννακόσια καὶ ἑξήκοντα δύο ἔτη καὶ ἀπέθανεν
[21] καὶ ἔζησεν ενωχ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν μαθουσαλα
[22] εὐηρέστησεν δὲ ενωχ τῷ θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν μαθουσαλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
[23] καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ενωχ τριακόσια ἑξήκοντα πέντε ἔτη
[24] καὶ εὐηρέστησεν ενωχ τῷ θεῷ καὶ οὐχ ηὑρίσκετο ὅτι μετέθηκεν αὐτὸν ὁ θεός
[25] καὶ ἔζησεν μαθουσαλα ἑκατὸν καὶ ἑξήκοντα ἑπτὰ ἔτη καὶ ἐγέννησεν τὸν λαμεχ
[26] καὶ ἔζησεν μαθουσαλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν λαμεχ ὀκτακόσια δύο ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
[27] καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι μαθουσαλα ἃς ἔζησεν ἐννακόσια καὶ ἑξήκοντα ἐννέα ἔτη καὶ ἀπέθανεν
[28] καὶ ἔζησεν λαμεχ ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ἔτη καὶ ἐγέννησεν υἱὸν
[29] καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ νωε λέγων οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο κύριος ὁ θεός
[30] καὶ ἔζησεν λαμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν νωε πεντακόσια καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
[31] καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι λαμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη καὶ ἀπέθανεν
[32] καὶ ἦν νωε ἐτῶν πεντακοσίων καὶ ἐγέννησεν νωε τρεῖς υἱούς τὸν σημ τὸν χαμ τὸν ιαφεθ
|