1
 Electronic Study Bible is currently under construction 
[1] Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ θεόν, [2] βαπτισμῶν ⸀διδαχὴν ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς ⸀τε νεκρῶν καὶ κρίματος αἰωνίου. [3] καὶ τοῦτο ⸀ποιήσομεν ἐάνπερ ἐπιτρέπῃ ὁ θεός. [4] Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου [5] καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, [6] καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας. [7] γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπʼ αὐτῆς ⸂ἐρχόμενον πολλάκις⸃ ὑετόν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις διʼ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ· [8] ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν. [9] Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν· [10] οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν ⸀καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες. [11] ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους, [12] ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας. [13] Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ θεός, ἐπεὶ κατʼ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι, ὤμοσεν καθʼ ἑαυτοῦ, [14] λέγων· ⸀Εἰ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε· [15] καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας. [16] ⸀ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· [17] ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ, [18] ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι ⸀θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος· [19] ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ⸀ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, [20] ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισέδεκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.
Credit
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com
Info
The SBLGNT is edited by Michael W. Holmes, who utilized a wide range of printed editions, all the major critical apparatuses, and the latest technical resources and manuscript discoveries as he established the text. The result is a critically edited text that differs from the Nestle-Aland/United Bible Societies text in more than 540 variation units.The SBLGNT is edited by Michael W. Holmes, who utilized a wide range of printed editions, all the major critical apparatuses, and the latest technical resources and manuscript discoveries as he established the text. The result is a critically edited text that differs from the Nestle-Aland/United Bible Societies text in more than 540 variation units.The SBLGNT is available as a free download (http://www.sblgnt.com/download). Students, teachers, pastors, and interested laypersons can use the SBLGNT right now for research, writing, and study—at no cost.
 
Top