|
[1] ἐκύκλωσέν με ἐν ψεύδει εφραιμ καὶ ἐν ἀσεβείαις οἶκος ισραηλ καὶ ιουδα νῦν ἔγνω αὐτοὺς ὁ θεός καὶ λαὸς ἅγιος κεκλήσεται θεοῦ
[2] ὁ δὲ εφραιμ πονηρὸν πνεῦμα ἐδίωξεν καύσωνα ὅλην τὴν ἡμέραν κενὰ καὶ μάταια ἐπλήθυνεν καὶ διαθήκην μετὰ ἀσσυρίων διέθετο καὶ ἔλαιον εἰς αἴγυπτον ἐνεπορεύετο
[3] καὶ κρίσις τῷ κυρίῳ πρὸς ιουδαν τοῦ ἐκδικῆσαι τὸν ιακωβ κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀνταποδώσει αὐτῷ
[4] ἐν τῇ κοιλίᾳ ἐπτέρνισεν τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐν κόποις αὐτοῦ ἐνίσχυσεν πρὸς θεὸν
[5] καὶ ἐνίσχυσεν μετὰ ἀγγέλου καὶ ἠδυνάσθη ἔκλαυσαν καὶ ἐδεήθησάν μου ἐν τῷ οἴκῳ ων εὕροσάν με καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτόν
[6] ὁ δὲ κύριος ὁ θεὸς ὁ παντοκράτωρ ἔσται μνημόσυνον αὐτοῦ
[7] καὶ σὺ ἐν θεῷ σου ἐπιστρέψεις ἔλεον καὶ κρίμα φυλάσσου καὶ ἔγγιζε πρὸς τὸν θεόν σου διὰ παντός
[8] χανααν ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας καταδυναστεύειν ἠγάπησε
[9] καὶ εἶπεν εφραιμ πλὴν πεπλούτηκα εὕρηκα ἀναψυχὴν ἐμαυτῷ πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ δι ἀδικίας ἃς ἥμαρτεν
[10] ἐγὼ δὲ κύριος ὁ θεός σου ἀνήγαγόν σε ἐκ γῆς αἰγύπτου ἔτι κατοικιῶ σε ἐν σκηναῖς καθὼς ἡμέρᾳ ἑορτῆς
[11] καὶ λαλήσω πρὸς προφήτας καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶν προφητῶν ὡμοιώθην
[12] εἰ μὴ γαλααδ ἔστιν ἄρα ψευδεῖς ἦσαν ἐν γαλγαλ ἄρχοντες θυσιάζοντες καὶ τὰ θυσιαστήρια αὐτῶν ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ
[13] καὶ ἀνεχώρησεν ιακωβ εἰς πεδίον συρίας καὶ ἐδούλευσεν ισραηλ ἐν γυναικὶ καὶ ἐν γυναικὶ ἐφυλάξατο
[14] καὶ ἐν προφήτῃ ἀνήγαγεν κύριος τὸν ισραηλ ἐξ αἰγύπτου καὶ ἐν προφήτῃ διεφυλάχθη
[15] ἐθύμωσεν εφραιμ καὶ παρώργισεν καὶ τὸ αἷμα αὐτοῦ ἐπ αὐτὸν ἐκχυθήσεται καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει αὐτῷ κύριος
|