1
 Electronic Study Bible is currently under construction 
[1] εἰς κόλπον αὐτῶν ὡς γῆ ὡς ἀετὸς ἐπ οἶκον κυρίου ἀνθ ὧν παρέβησαν τὴν διαθήκην μου καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν [2] ἐμὲ κεκράξονται ὁ θεός ἐγνώκαμέν σε [3] ὅτι ισραηλ ἀπεστρέψατο ἀγαθά ἐχθρὸν κατεδίωξαν [4] ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δι ἐμοῦ ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα ὅπως ἐξολεθρευθῶσιν [5] ἀπότριψαι τὸν μόσχον σου σαμάρεια παρωξύνθη ὁ θυμός μου ἐπ αὐτούς ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναι [6] ἐν τῷ ισραηλ καὶ αὐτὸ τέκτων ἐποίησεν καὶ οὐ θεός ἐστιν διότι πλανῶν ἦν ὁ μόσχος σου σαμάρεια [7] ὅτι ἀνεμόφθορα ἔσπειραν καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον ἐὰν δὲ καὶ ποιήσῃ ἀλλότριοι καταφάγονται αὐτό [8] κατεπόθη ισραηλ νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον [9] ὅτι αὐτοὶ ἀνέβησαν εἰς ἀσσυρίους ἀνέθαλεν καθ ἑαυτὸν εφραιμ δῶρα ἠγάπησαν [10] διὰ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσιν νῦν εἰσδέξομαι αὐτούς καὶ κοπάσουσιν μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας [11] ὅτι ἐπλήθυνεν εφραιμ θυσιαστήρια εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ θυσιαστήρια ἠγαπημένα [12] καταγράψω αὐτῷ πλῆθος καὶ τὰ νόμιμα αὐτοῦ εἰς ἀλλότρια ἐλογίσθησαν θυσιαστήρια τὰ ἠγαπημένα [13] διότι ἐὰν θύσωσιν θυσίαν καὶ φάγωσιν κρέα κύριος οὐ προσδέξεται αὐτά νῦν μνησθήσεται τὰς ἀδικίας αὐτῶν καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν αὐτοὶ εἰς αἴγυπτον ἀπέστρεψαν καὶ ἐν ἀσσυρίοις ἀκάθαρτα φάγονται [14] καὶ ἐπελάθετο ισραηλ τοῦ ποιήσαντος αὐτὸν καὶ ᾠκοδόμησαν τεμένη καὶ ιουδας ἐπλήθυνεν πόλεις τετειχισμένας καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ καὶ καταφάγεται τὰ θεμέλια αὐτῶν
Credit
Source: sacred-texts.org
 
Top