1
 Electronic Study Bible is currently under construction 
[1]τοῦἔτους οὗ εἰσῆλθεν ταναθαν εἰς ἄζωτον ἡνίκα ἀπεστάλη ὑπὸ αρνα βασιλέως ἀσσυρίων καὶ ἐπολέμησεν τὴν ἄζωτον καὶ κατελάβετο αὐτήν [2]τότεἐλάλησεν κύριος πρὸς ησαιαν λέγων πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου καὶ ἐποίησεν οὕτως πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος [3]καὶεἶπεν κύριος ὃν τρόπον πεπόρευται ησαιας ὁ παῖς μου γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη ἔσται σημεῖα καὶ τέρατα τοῖς αἰγυπτίοις καὶ αἰθίοψιν [4]ὅτιοὕτως ἄξει βασιλεὺς ἀσσυρίων τὴν αἰχμαλωσίαν αἰγύπτου καὶ αἰθιόπων νεανίσκους καὶ πρεσβύτας γυμνοὺς καὶ ἀνυποδέτους ἀνακεκαλυμμένους τὴν αἰσχύνην αἰγύπτου [5]καὶαἰσχυνθήσονται ἡττηθέντες οἱ αἰγύπτιοι ἐπὶ τοῖς αἰθίοψιν ἐφ οἷς ἦσαν πεποιθότες οἱ αἰγύπτιοι ἦσαν γὰρ αὐτοῖς δόξα [6]καὶἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν οἳ οὐκ ἐδύναντο σωθῆναι ἀπὸ βασιλέως ἀσσυρίων καὶ πῶς ἡμεῖς σωθησόμεθα
Credit
Source: sacred-texts.org
 
Top