1
 Electronic Study Bible is currently under construction 
[1]ὅρασιςαἰγύπτου ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς αἴγυπτον καὶ σεισθήσεται τὰ χειροποίητα αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς [2]καὶἐπεγερθήσονται αἰγύπτιοι ἐπ αἰγυπτίους καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν [3]καὶταραχθήσεται τὸ πνεῦμα τῶν αἰγυπτίων ἐν αὐτοῖς καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω καὶ ἐπερωτήσουσιν τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους [4]καὶπαραδώσω αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν τάδε λέγει κύριος σαβαωθ [5]καὶπίονται οἱ αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται [6]καὶἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου [7]καὶτὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμόφθορον [8]καὶστενάξουσιν οἱ ἁλεεῖς καὶ στενάξουσιν πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολεῖς πενθήσουσιν [9]καὶαἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον [10]καὶἔσονται οἱ διαζόμενοι αὐτὰ ἐν ὀδύνῃ καὶ πάντες οἱ τὸν ζῦθον ποιοῦντες λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσιν [11]καὶμωροὶ ἔσονται οἱ ἄρχοντες τάνεως οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως ἡ βουλὴ αὐτῶν μωρανθήσεται πῶς ἐρεῖτε τῷ βασιλεῖ υἱοὶ συνετῶν ἡμεῖς υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς [12]ποῦεἰσιν νῦν οἱ σοφοί σου καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται κύριος σαβαωθ ἐπ αἴγυπτον [13]ἐξέλιπονοἱ ἄρχοντες τάνεως καὶ ὑψώθησαν οἱ ἄρχοντες μέμφεως καὶ πλανήσουσιν αἴγυπτον κατὰ φυλάς [14]κύριοςγὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως καὶ ἐπλάνησαν αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα [15]καὶοὐκ ἔσται τοῖς αἰγυπτίοις ἔργον ὃ ποιήσει κεφαλὴν καὶ οὐράν ἀρχὴν καὶ τέλος [16]τῇδὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ αἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς κυρίου σαβαωθ ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς [17]καὶἔσται ἡ χώρα τῶν ιουδαίων τοῖς αἰγυπτίοις εἰς φόβητρον πᾶς ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς φοβηθήσονται διὰ τὴν βουλήν ἣν βεβούλευται κύριος ἐπ αὐτήν [18]τῇἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου πόλισ-ασεδεκ κληθήσεται ἡ μία πόλις [19]τῇἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ αἰγυπτίων καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ [20]καὶἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα κυρίῳ ἐν χώρᾳ αἰγύπτου ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς θλίβοντας αὐτούς καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον ὃς σώσει αὐτούς κρίνων σώσει αὐτούς [21]καὶγνωστὸς ἔσται κύριος τοῖς αἰγυπτίοις καὶ γνώσονται οἱ αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ποιήσουσιν θυσίας καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν [22]καὶπατάξει κύριος τοὺς αἰγυπτίους πληγῇ μεγάλῃ καὶ ἰάσεται αὐτοὺς ἰάσει καὶ ἐπιστραφήσονται πρὸς κύριον καὶ εἰσακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς [23]τῇἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς αἰγύπτου πρὸς ἀσσυρίους καὶ εἰσελεύσονται ἀσσύριοι εἰς αἴγυπτον καὶ αἰγύπτιοι πορεύσονται πρὸς ἀσσυρίους καὶ δουλεύσουσιν οἱ αἰγύπτιοι τοῖς ἀσσυρίοις [24]τῇἡμέρᾳ ἐκείνῃ ἔσται ισραηλ τρίτος ἐν τοῖς ἀσσυρίοις καὶ ἐν τοῖς αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ [25]ἣνεὐλόγησεν κύριος σαβαωθ λέγων εὐλογημένος ὁ λαός μου ὁ ἐν αἰγύπτῳ καὶ ὁ ἐν ἀσσυρίοις καὶ ἡ κληρονομία μου ισραηλ
Credit
Source: sacred-texts.org
 
Top