1
 Electronic Study Bible is currently under construction 
[1] ὑπολαβὼν δὲ βαλδαδ ὁ σαυχίτης λέγει [2] τί γὰρ προοίμιον ἢ φόβος παρ αὐτοῦ ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ [3] μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ αὐτοῦ [4] πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός [5] εἰ σελήνῃ συντάσσει καὶ οὐκ ἐπιφαύσκει ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ [6] ἔα δέ ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ
Credit
Source: sacred-texts.org
 
Top