|
[1] ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν ιωβ ἦν γὰρ ιωβ δίκαιος ἐναντίον αὐτῶν
[2] ὠργίσθη δὲ ελιους ὁ τοῦ βαραχιηλ ὁ βουζίτης ἐκ τῆς συγγενείας ραμ τῆς αυσίτιδος χώρας ὠργίσθη δὲ τῷ ιωβ σφόδρα διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον κυρίου
[3] καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα ιωβ καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ
[4] ελιους δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν ιωβ ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις
[5] καὶ εἶδεν ελιους ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ
[6] ὑπολαβὼν δὲ ελιους ὁ τοῦ βαραχιηλ ὁ βουζίτης εἶπεν νεώτερος μέν εἰμι τῷ χρόνῳ ὑμεῖς δέ ἐστε πρεσβύτεροι διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην
[7] εἶπα δὲ ὅτι ὁ χρόνος ἐστὶν ὁ λαλῶν ἐν πολλοῖς δὲ ἔτεσιν οἴδασιν σοφίαν
[8] ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσα
[9] οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί οὐδ οἱ γέροντες οἴδασιν κρίμα
[10] διὸ εἶπα ἀκούσατέ μου καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα
[11] ἐνωτίζεσθέ μου τὰ ῥήματα ἐρῶ γὰρ ὑμῶν ἀκουόντων ἄχρι οὗ ἐτάσητε λόγους
[12] καὶ μέχρι ὑμῶν συνήσω καὶ ἰδοὺ οὐκ ἦν τῷ ιωβ ἐλέγχων ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν
[13] ἵνα μὴ εἴπητε εὕρομεν σοφίαν κυρίῳ προσθέμενοι
[14] ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα
[15] ἐπτοήθησαν οὐκ ἀπεκρίθησαν ἔτι ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους
[16] ὑπέμεινα οὐ γὰρ ἐλάλησαν ὅτι ἔστησαν οὐκ ἀπεκρίθησαν
[17] ὑπολαβὼν δὲ ελιους λέγει
[18] πάλιν λαλήσω πλήρης γάρ εἰμι ῥημάτων ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός
[19] ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς
[20] λαλήσω ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη
[21] ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ
[22] οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον εἰ δὲ μή καὶ ἐμὲ σῆτες ἔδονται
|