|
[1] μετὰ ταῦτα ἦν ἑορτὴ τῶν ἰουδαίων, καὶ ἀνέβη ἰησοῦς εἰς ἱεροσόλυμα.
[2] ἔστιν δὲ ἐν τοῖς ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη ἑβραϊστὶ βηθζαθά, πέντε στοὰς ἔχουσα.
[3] ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν.
[4] [No verse.]
[5] ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα [καὶ] ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ·
[6] τοῦτον ἰδὼν ὁ ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῶ, θέλεις ὑγιὴς γενέσθαι;
[7] ἀπεκρίθη αὐτῶ ὁ ἀσθενῶν, κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει.
[8] λέγει αὐτῶ ὁ ἰησοῦς, ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
[9] καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρεν τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
[10] ἔλεγον οὗν οἱ ἰουδαῖοι τῶ τεθεραπευμένῳ, σάββατόν ἐστιν, καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττόν σου.
[11] ὁ δὲ ἀπεκρίθη αὐτοῖς, ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
[12] ἠρώτησαν αὐτόν, τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον καὶ περιπάτει;
[13] ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν, ὁ γὰρ ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῶ τόπῳ.
[14] μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ ἰησοῦς ἐν τῶ ἱερῶ καὶ εἶπεν αὐτῶ, ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται.
[15] ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλεν τοῖς ἰουδαίοις ὅτι ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.
[16] καὶ διὰ τοῦτο ἐδίωκον οἱ ἰουδαῖοι τὸν ἰησοῦν, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ.
[17] ὁ δὲ [ἰησοῦς] ἀπεκρίνατο αὐτοῖς, ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.
[18] διὰ τοῦτο οὗν μᾶλλον ἐζήτουν αὐτὸν οἱ ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυεν τὸ σάββατον ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῶ θεῶ.
[19] ἀπεκρίνατο οὗν ὁ ἰησοῦς καὶ ἔλεγεν αὐτοῖς, ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ.
[20] ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῶ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῶ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.
[21] ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ.
[22] οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῶ υἱῶ,
[23] ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν.
[24] ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῶ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.
[25] ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ζήσουσιν.
[26] ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῶ, οὕτως καὶ τῶ υἱῶ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῶ·
[27] καὶ ἐξουσίαν ἔδωκεν αὐτῶ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν.
[28] μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ
[29] καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.
[30] οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. _
[31] ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής·
[32] ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ.
[33] ὑμεῖς ἀπεστάλκατε πρὸς ἰωάννην, καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ·
[34] ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε.
[35] ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῶ φωτὶ αὐτοῦ.
[36] ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ ἰωάννου· τὰ γὰρ ἔργα ἃ δέδωκέν μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκεν·
[37] καὶ ὁ πέμψας με πατὴρ ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε,
[38] καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε.
[39] ἐραυνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ·
[40] καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε.
[41] δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω,
[42] ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς.
[43] ἐγὼ ἐλήλυθα ἐν τῶ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῶ ὀνόματι τῶ ἰδίῳ, ἐκεῖνον λήμψεσθε.
[44] πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε;
[45] μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν μωϊσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε.
[46] εἰ γὰρ ἐπιστεύετε μωϊσεῖ, ἐπιστεύετε ἂν ἐμοί, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.
[47] εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;
|