1
 Electronic Study Bible is currently under construction 
[1] Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα. [2] καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν. [3] Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν ⸀καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· [4] καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς ⸂αὐτοῖς παραδῷ αὐτόν⸃. [5] καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. [6] καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ⸂ἄτερ ὄχλου αὐτοῖς⸃. [7] Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ⸀ᾗ ἔδει θύεσθαι τὸ πάσχα· [8] καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. [9] οἱ δὲ εἶπαν αὐτῷ· Ποῦ θέλεις ⸀ἑτοιμάσωμεν; [10] δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν ⸂εἰς ἣν⸃ εἰσπορεύεται. [11] καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι ὁ διδάσκαλος· Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; [12] κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. [13] ἀπελθόντες δὲ εὗρον καθὼς ⸀εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. [14] Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ ⸀οἱ ἀπόστολοι σὺν αὐτῷ. [15] καὶ εἶπεν πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθʼ ὑμῶν πρὸ τοῦ με παθεῖν· [16] λέγω γὰρ ὑμῖν ⸀ὅτι οὐ μὴ φάγω ⸀αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. [17] καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· Λάβετε τοῦτο καὶ διαμερίσατε ⸂εἰς ἑαυτούς⸃· [18] λέγω γὰρ ὑμῖν, ⸀οὐ μὴ πίω ἀπὸ τοῦ ⸂νῦν ἀπὸ τοῦ⸃ γενήματος τῆς ἀμπέλου ἕως ⸀οὗ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ. [19] καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστιν τὸ σῶμά μου ⸂[τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. [20] ⸄καὶ τὸ ποτήριον ὡσαύτως⸅ μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον]⸃. [21] πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετʼ ἐμοῦ ἐπὶ τῆς τραπέζης· [22] ⸂ὅτι ὁ υἱὸς μὲν⸃ τοῦ ἀνθρώπου ⸂κατὰ τὸ ὡρισμένον πορεύεται⸃, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ παραδίδοται. [23] καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν. [24] Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. [25] δὲ εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. [26] ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλʼ ὁ μείζων ἐν ὑμῖν ⸀γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν· [27] τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ⸂ἐν μέσῳ ὑμῶν εἰμι⸃ ὡς ὁ διακονῶν. [28] Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετʼ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· [29] κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν, [30] ἵνα ⸀ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ⸂ἐν τῇ βασιλείᾳ μου⸃, καὶ ⸀καθήσεσθε ἐπὶ θρόνων ⸂τὰς δώδεκα φυλὰς κρίνοντες⸃ τοῦ Ἰσραήλ. [31] ⸀Σίμων Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· [32] ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας ⸀στήρισον τοὺς ἀδελφούς σου. [33] δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. [34] δὲ εἶπεν· Λέγω σοι, Πέτρε, οὐ ⸀φωνήσει σήμερον ἀλέκτωρ ⸀ἕως τρίς ⸂με ἀπαρνήσῃ εἰδέναι⸃. [35] Καὶ εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν· Οὐθενός. [36] εἶπεν ⸀δὲ αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων ⸀πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ⸀ἀγορασάτω μάχαιραν. [37] λέγω γὰρ ὑμῖν ⸀ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό· Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ ⸀τὸ περὶ ἐμοῦ τέλος ἔχει. [38] οἱ δὲ εἶπαν· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· Ἱκανόν ἐστιν. [39] Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ ⸀μαθηταί. [40] γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. [41] καὶ αὐτὸς ἀπεσπάσθη ἀπʼ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο [42] λέγων· Πάτερ, εἰ βούλει ⸀παρένεγκε ⸂τοῦτο τὸ ποτήριον⸃ ἀπʼ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν ⸀γινέσθω. [43] ⸂ὤφθη δὲ αὐτῷ ἄγγελος ⸀ἀπʼ οὐρανοῦ ἐνισχύων αὐτόν. [44] καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· ⸄καὶ ἐγένετο⸅ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.⸃ [45] καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν ⸂κοιμωμένους αὐτοὺς⸃ ἀπὸ τῆς λύπης, [46] καὶ εἶπεν αὐτοῖς· Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. [47] ⸀Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. [48] ⸂Ἰησοῦς δὲ⸃ εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; [49] ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον ⸀εἶπαν· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; [50] καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν ⸂τοῦ ἀρχιερέως τὸν δοῦλον⸃ καὶ ἀφεῖλεν ⸂τὸ οὖς αὐτοῦ⸃ τὸ δεξιόν. [51] ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ⸀ὠτίου ἰάσατο αὐτόν. [52] εἶπεν ⸀δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπʼ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν ⸀ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; [53] καθʼ ἡμέραν ὄντος μου μεθʼ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπʼ ἐμέ· ἀλλʼ αὕτη ⸂ἐστὶν ὑμῶν⸃ ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους. [54] Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ ⸀εἰσήγαγον εἰς ⸂τὴν οἰκίαν⸃ τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. [55] ⸀περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ ⸀συγκαθισάντων ἐκάθητο ὁ Πέτρος ⸀μέσος αὐτῶν. [56] ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν· Καὶ οὗτος σὺν αὐτῷ ἦν· [57] δὲ ⸀ἠρνήσατο λέγων· ⸂Οὐκ οἶδα αὐτόν, γύναι⸃. [58] καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος ⸀ἔφη· Ἄνθρωπε, οὐκ εἰμί. [59] καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων· Ἐπʼ ἀληθείας καὶ οὗτος μετʼ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν· [60] εἶπεν δὲ ὁ Πέτρος· Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. [61] καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ⸀λόγου τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι ⸀σήμερον ἀπαρνήσῃ με τρίς. [62] καὶ ἐξελθὼν ⸀ἔξω ἔκλαυσεν πικρῶς. [63] Καὶ οἱ ἄνδρες οἱ συνέχοντες ⸀αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες, [64] καὶ περικαλύψαντες ⸂αὐτὸν ἐπηρώτων⸃ λέγοντες· Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε; [65] καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν. [66] Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς ⸀τε καὶ γραμματεῖς, καὶ ⸀ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, [67] λέγοντες· Εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς· Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε· [68] ἐὰν ⸀δὲ ἐρωτήσω, οὐ μὴ ⸀ἀποκριθῆτε. [69] ἀπὸ τοῦ νῦν ⸀δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. [70] εἶπαν δὲ πάντες· Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. [71] οἱ δὲ εἶπαν· Τί ἔτι ⸂ἔχομεν μαρτυρίας χρείαν⸃; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
Credit
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com
Info
The SBLGNT is edited by Michael W. Holmes, who utilized a wide range of printed editions, all the major critical apparatuses, and the latest technical resources and manuscript discoveries as he established the text. The result is a critically edited text that differs from the Nestle-Aland/United Bible Societies text in more than 540 variation units.The SBLGNT is edited by Michael W. Holmes, who utilized a wide range of printed editions, all the major critical apparatuses, and the latest technical resources and manuscript discoveries as he established the text. The result is a critically edited text that differs from the Nestle-Aland/United Bible Societies text in more than 540 variation units.The SBLGNT is available as a free download (http://www.sblgnt.com/download). Students, teachers, pastors, and interested laypersons can use the SBLGNT right now for research, writing, and study—at no cost.
 
Top