|
[1] καὶ εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν πιλάτῳ.
[2] καὶ ἐπηρώτησεν αὐτὸν ὁ πιλᾶτος, σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῶ λέγει, σὺ λέγεις.
[3] καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά.
[4] ὁ δὲ πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων, οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου κατηγοροῦσιν.
[5] ὁ δὲ ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν πιλᾶτον.
[6] κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο.
[7] ἦν δὲ ὁ λεγόμενος βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.
[8] καὶ ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς.
[9] ὁ δὲ πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων, θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν ἰουδαίων;
[10] ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.
[11] οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν βαραββᾶν ἀπολύσῃ αὐτοῖς.
[12] ὁ δὲ πιλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς, τί οὗν [θέλετε] ποιήσω [ὃν λέγετε] τὸν βασιλέα τῶν ἰουδαίων;
[13] οἱ δὲ πάλιν ἔκραξαν, σταύρωσον αὐτόν.
[14] ὁ δὲ πιλᾶτος ἔλεγεν αὐτοῖς, τί γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσῶς ἔκραξαν, σταύρωσον αὐτόν.
[15] ὁ δὲ πιλᾶτος βουλόμενος τῶ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν βαραββᾶν, καὶ παρέδωκεν τὸν ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
[16] οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν.
[17] καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῶ πλέξαντες ἀκάνθινον στέφανον·
[18] καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν, χαῖρε, βασιλεῦ τῶν ἰουδαίων·
[19] καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῶ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῶ.
[20] καὶ ὅτε ἐνέπαιξαν αὐτῶ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ. καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.
[21] καὶ ἀγγαρεύουσιν παράγοντά τινα σίμωνα κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα ἀλεξάνδρου καὶ ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
[22] καὶ φέρουσιν αὐτὸν ἐπὶ τὸν γολγοθᾶν τόπον, ὅ ἐστιν μεθερμηνευόμενον κρανίου τόπος.
[23] καὶ ἐδίδουν αὐτῶ ἐσμυρνισμένον οἶνον, ὃς δὲ οὐκ ἔλαβεν.
[24] καὶ σταυροῦσιν αὐτὸν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾽ αὐτὰ τίς τί ἄρῃ.
[25] ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν.
[26] καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, ὁ βασιλεὺς τῶν ἰουδαίων.
[27] καὶ σὺν αὐτῶ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.
[28] [No verse.]
[29] καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες, οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις,
[30] σῶσον σεαυτὸν καταβὰς ἀπὸ τοῦ σταυροῦ.
[31] ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι·
[32] ὁ χριστὸς ὁ βασιλεὺς ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτῶ ὠνείδιζον αὐτόν.
[33] καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.
[34] καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ ἰησοῦς φωνῇ μεγάλῃ, ελωι ελωι λεμα σαβαχθανι; ὅ ἐστιν μεθερμηνευόμενον ὁ θεός μου ὁ θεός μου, εἰς τί ἐγκατέλιπές με;
[35] καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, ἴδε ἠλίαν φωνεῖ.
[36] δραμὼν δέ τις [καὶ] γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων, ἄφετε ἴδωμεν εἰ ἔρχεται ἠλίας καθελεῖν αὐτόν.
[37] ὁ δὲ ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν.
[38] καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ᾽ ἄνωθεν ἕως κάτω.
[39] ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν, ἀληθῶς οὖτος ὁ ἄνθρωπος υἱὸς θεοῦ ἦν.
[40] ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς καὶ μαρία ἡ μαγδαληνὴ καὶ μαρία ἡ ἰακώβου τοῦ μικροῦ καὶ ἰωσῆτος μήτηρ καὶ σαλώμη,
[41] αἳ ὅτε ἦν ἐν τῇ γαλιλαίᾳ ἠκολούθουν αὐτῶ καὶ διηκόνουν αὐτῶ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῶ εἰς ἱεροσόλυμα.
[42] καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν προσάββατον,
[43] ἐλθὼν ἰωσὴφ [ὁ] ἀπὸ ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς τὸν πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ ἰησοῦ.
[44] ὁ δὲ πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν·
[45] καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ πτῶμα τῶ ἰωσήφ.
[46] καὶ ἀγοράσας σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
[47] ἡ δὲ μαρία ἡ μαγδαληνὴ καὶ μαρία ἡ ἰωσῆτος ἐθεώρουν ποῦ τέθειται.
|