1
 Electronic Study Bible is currently under construction 
[1] καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ⸂τῶν ὧδε⸃ ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει. [2] Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον ⸀καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, [3] καὶ τὰ ἱμάτια αὐτοῦ ⸀ἐγένετο στίλβοντα λευκὰ ⸀λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται ⸀οὕτως λευκᾶναι. [4] καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. [5] καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν ⸂τρεῖς σκηνάς⸃, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. [6] οὐ γὰρ ᾔδει τί ⸀ἀποκριθῇ, ⸂ἔκφοβοι γὰρ ἐγένοντο⸃. [7] καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ⸀ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ⸂ἀκούετε αὐτοῦ⸃. [8] καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ⸂ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθʼ ἑαυτῶν⸃. [9] ⸂Καὶ καταβαινόντων⸃ αὐτῶν ⸀ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ⸂ἃ εἶδον διηγήσωνται⸃, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. [10] καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. [11] καὶ ἐπηρώτων αὐτὸν λέγοντες· Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; [12] δὲ ⸀ἔφη αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον ⸀ἀποκαθιστάνει πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ⸀ἐξουδενηθῇ; [13] ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ⸀ἤθελον, καθὼς γέγραπται ἐπʼ αὐτόν. [14] Καὶ ⸂ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον⸃ ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας ⸂πρὸς αὐτούς⸃. [15] καὶ ⸀εὐθὺς πᾶς ὁ ὄχλος ⸂ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν⸃, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. [16] καὶ ἐπηρώτησεν ⸀αὐτούς· Τί συζητεῖτε πρὸς ⸀αὑτούς; [17] καὶ ⸂ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου⸃· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον· [18] καὶ ὅπου ⸀ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ⸀ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. [19] δὲ ἀποκριθεὶς ⸀αὐτοῖς λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. [20] καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν ⸂τὸ πνεῦμα εὐθὺς⸃ ⸀συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. [21] καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· ⸀Ἐκ παιδιόθεν· [22] καὶ πολλάκις ⸂καὶ εἰς πῦρ αὐτὸν⸃ ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλʼ εἴ τι ⸀δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφʼ ἡμᾶς. [23] δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ Εἰ ⸀δύνῃ, πάντα δυνατὰ τῷ πιστεύοντι. [24] ⸀εὐθὺς κράξας ὁ πατὴρ τοῦ ⸀παιδίου ἔλεγεν· ⸀Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ. [25] ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ ⸂ἄλαλον καὶ κωφὸν πνεῦμα⸃, ἐγὼ ⸂ἐπιτάσσω σοι⸃, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. [26] καὶ ⸂κράξας καὶ πολλὰ σπαράξας⸃ ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε ⸀τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν. [27] δὲ Ἰησοῦς κρατήσας ⸂τῆς χειρὸς αὐτοῦ⸃ ἤγειρεν αὐτόν, καὶ ἀνέστη. [28] καὶ ⸂εἰσελθόντος αὐτοῦ⸃ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ⸂κατʼ ἰδίαν ἐπηρώτων αὐτόν⸃· Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; [29] καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν ⸀προσευχῇ. [30] Κἀκεῖθεν ἐξελθόντες ⸀παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ· [31] ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς ⸂μετὰ τρεῖς ἡμέρας⸃ ἀναστήσεται. [32] οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι. [33] Καὶ ⸀ἦλθον εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· Τί ἐν τῇ ⸀ὁδῷ διελογίζεσθε; [34] οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. [35] καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· Εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. [36] καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· [37] Ὃς ⸀ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ⸁ἂν ἐμὲ ⸀δέχηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με. [38] ⸂Ἔφη αὐτῷ ὁ Ἰωάννης⸃· Διδάσκαλε, εἴδομέν τινα ⸀ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ⸂καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν⸃. [39] δὲ Ἰησοῦς εἶπεν· Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με· [40] ὃς γὰρ οὐκ ἔστιν καθʼ ⸂ἡμῶν, ὑπὲρ ἡμῶν⸃ ἐστιν. [41] Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ⸀ὀνόματι ὅτι χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν ⸀ὅτι οὐ μὴ ⸀ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. [42] Καὶ ὃς ⸀ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν ⸀τούτων τῶν πιστευόντων ⸂εἰς ἐμέ⸃, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται ⸂μύλος ὀνικὸς⸃ περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. [43] Καὶ ἐὰν ⸀σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ⸂ἐστίν σε⸃ κυλλὸν ⸂εἰσελθεῖν εἰς τὴν ζωὴν⸃ ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ⸀ἄσβεστον. [45] καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν ⸀σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν ⸀γέενναν. [47] καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν ⸀σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς ⸀τὴν ⸀γέενναν, [48] ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. [49] Πᾶς γὰρ πυρὶ ⸀ἁλισθήσεται. [50] καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ⸀ἅλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.
Credit
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com
Info
The SBLGNT is edited by Michael W. Holmes, who utilized a wide range of printed editions, all the major critical apparatuses, and the latest technical resources and manuscript discoveries as he established the text. The result is a critically edited text that differs from the Nestle-Aland/United Bible Societies text in more than 540 variation units.The SBLGNT is edited by Michael W. Holmes, who utilized a wide range of printed editions, all the major critical apparatuses, and the latest technical resources and manuscript discoveries as he established the text. The result is a critically edited text that differs from the Nestle-Aland/United Bible Societies text in more than 540 variation units.The SBLGNT is available as a free download (http://www.sblgnt.com/download). Students, teachers, pastors, and interested laypersons can use the SBLGNT right now for research, writing, and study—at no cost.
 
Top