|
[1] βίβλος γενέσεως ἰησοῦ χριστοῦ υἱοῦ δαυὶδ υἱοῦ ἀβραάμ.
[2] ἀβραὰμ ἐγέννησεν τὸν ἰσαάκ, ἰσαὰκ δὲ ἐγέννησεν τὸν ἰακώβ, ἰακὼβ δὲ ἐγέννησεν τὸν ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,
[3] ἰούδας δὲ ἐγέννησεν τὸν φάρες καὶ τὸν ζάρα ἐκ τῆς θαμάρ, φάρες δὲ ἐγέννησεν τὸν ἑσρώμ, ἑσρὼμ δὲ ἐγέννησεν τὸν ἀράμ,
[4] ἀρὰμ δὲ ἐγέννησεν τὸν ἀμιναδάβ, ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν ναασσών, ναασσὼν δὲ ἐγέννησεν τὸν σαλμών,
[5] σαλμὼν δὲ ἐγέννησεν τὸν βόες ἐκ τῆς ῥαχάβ, βόες δὲ ἐγέννησεν τὸν ἰωβὴδ ἐκ τῆς ῥούθ, ἰωβὴδ δὲ ἐγέννησεν τὸν ἰεσσαί,
[6] ἰεσσαὶ δὲ ἐγέννησεν τὸν δαυὶδ τὸν βασιλέα. δαυὶδ δὲ ἐγέννησεν τὸν σολομῶνα ἐκ τῆς τοῦ οὐρίου,
[7] σολομὼν δὲ ἐγέννησεν τὸν ῥοβοάμ, ῥοβοὰμ δὲ ἐγέννησεν τὸν ἀβιά, ἀβιὰ δὲ ἐγέννησεν τὸν ἀσάφ,
[8] ἀσὰφ δὲ ἐγέννησεν τὸν ἰωσαφάτ, ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν ἰωράμ, ἰωρὰμ δὲ ἐγέννησεν τὸν ὀζίαν,
[9] ὀζίας δὲ ἐγέννησεν τὸν ἰωαθάμ, ἰωαθὰμ δὲ ἐγέννησεν τὸν ἀχάζ, ἀχὰζ δὲ ἐγέννησεν τὸν ἑζεκίαν,
[10] ἑζεκίας δὲ ἐγέννησεν τὸν μανασσῆ, μανασσῆς δὲ ἐγέννησεν τὸν ἀμώς, ἀμὼς δὲ ἐγέννησεν τὸν ἰωσίαν,
[11] ἰωσίας δὲ ἐγέννησεν τὸν ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας βαβυλῶνος.
[12] μετὰ δὲ τὴν μετοικεσίαν βαβυλῶνος ἰεχονίας ἐγέννησεν τὸν σαλαθιήλ, σαλαθιὴλ δὲ ἐγέννησεν τὸν ζοροβαβέλ,
[13] ζοροβαβὲλ δὲ ἐγέννησεν τὸν ἀβιούδ, ἀβιοὺδ δὲ ἐγέννησεν τὸν ἐλιακίμ, ἐλιακὶμ δὲ ἐγέννησεν τὸν ἀζώρ,
[14] ἀζὼρ δὲ ἐγέννησεν τὸν σαδώκ, σαδὼκ δὲ ἐγέννησεν τὸν ἀχίμ, ἀχὶμ δὲ ἐγέννησεν τὸν ἐλιούδ,
[15] ἐλιοὺδ δὲ ἐγέννησεν τὸν ἐλεάζαρ, ἐλεάζαρ δὲ ἐγέννησεν τὸν ματθάν, ματθὰν δὲ ἐγέννησεν τὸν ἰακώβ,
[16] ἰακὼβ δὲ ἐγέννησεν τὸν ἰωσὴφ τὸν ἄνδρα μαρίας, ἐξ ἧς ἐγεννήθη ἰησοῦς ὁ λεγόμενος χριστός.
[17] πᾶσαι οὗν αἱ γενεαὶ ἀπὸ ἀβραὰμ ἕως δαυὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ δαυὶδ ἕως τῆς μετοικεσίας βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας βαβυλῶνος ἕως τοῦ χριστοῦ γενεαὶ δεκατέσσαρες.
[18] τοῦ δὲ ἰησοῦ χριστοῦ ἡ γένεσις οὕτως ἦν. μνηστευθείσης τῆς μητρὸς αὐτοῦ μαρίας τῶ ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου.
[19] ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.
[20] ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῶ λέγων, ἰωσὴφ υἱὸς δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου·
[21] τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
[22] τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος,
[23] ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ θεός.
[24] ἐγερθεὶς δὲ ὁ ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῶ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ·
[25] καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὖ ἔτεκεν υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ἰησοῦν.
|