1
 Electronic Study Bible is currently under construction 
[1]καὶπροσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. [2]Τῶνδὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ· Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ· [3]Φίλιππος,καὶ Βαρθολομαῖος· Θωμᾶς, καὶ Ματθαῖος ὁ τελώνης· Ἰάκωβος ὁ τοῦ Ἀλφαίου, καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος· [4]Σίμωνὁ Κανανίτης, καὶ Ἰούδας Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. [5]τούτουςτοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· [6]πορεύεσθεδὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. [7]πορευόμενοιδὲ κηρύσσετε, λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. [8]ἀσθενοῦνταςθεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε. δωρεὰν ἐλάβετε, δωρεὰν δότε. [9]μὴκτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, [10]μὴπήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. [11]εἰςἣν δ’ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστι· κἀκεῖ μείνατε, ἕως ἂν ἐξέλθητε. [12]εἰσερχόμενοιδὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν. [13]καὶἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. [14]καὶὃς ἐὰν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. [15]ἀμὴνλέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. [16]Ἰδοὺ,ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. [17]προσέχετεδὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· [18]καὶἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. [19]ὅτανδὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· [20]οὐγὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. [21]παραδώσειδὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. [22]καὶἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. [23]ὅτανδὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραήλ, ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου. [24]Οὐκἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. [25]ἀρκετὸντῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ; [26]μὴοὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστι κεκαλυμμένον, ὃ οὐκ ἀποκαλυφθήσεται· καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. [27]λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων. [28]καὶμὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. φοβηθήτε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. [29]οὐχὶδύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν, ἄνευ τοῦ πατρὸς ὑμῶν· [30]ὑμῶνδὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί. [31]μὴοὖν φοβηθῆτε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς. [32]πᾶςοὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ, ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. [33]ὅστιςδ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. [34]Μὴνομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. [35]ἦλθονγὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· [36]καὶἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. [37]φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος. [38]καὶὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. [39]εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν· καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. [40]δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. [41]δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται· καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται. [42]καὶὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
Credit
Author: Theodore Beza (1519–1605)
Source: www.hagiascriptura.com
Info
The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.This version I am calling v0.1 (as of 26/05/2022) is a back port created by reversing the changes made by Scrivener in his 1894 Textus Receptus following his notes on these changes and making comparisons to PDF copies of scanned printings. I have conciously avoided copying and pasting or downloading other people's work to prevent any potential issues. The base text was a public domain version of Scrivener’s GNT created by Wade Balzer at (http://www.newjerusalem.org). In the future I hope to compare the base text to the scanned copies of Beza’s edition and fix any errors.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.This version I am calling v0.1 (as of 26/05/2022) is a back port created by reversing the changes made by Scrivener in his 1894 Textus Receptus following his notes on these changes and making comparisons to PDF copies of scanned printings. I have conciously avoided copying and pasting or downloading other people's work to prevent any potential issues. The base text was a public domain version of Scrivener’s GNT created by Wade Balzer at (http://www.newjerusalem.org). In the future I hope to compare the base text to the scanned copies of Beza’s edition and fix any errors.This text is in the public domain.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.This version I am calling v0.1 (as of 26/05/2022) is a back port created by reversing the changes made by Scrivener in his 1894 Textus Receptus following his notes on these changes and making comparisons to PDF copies of scanned printings. I have conciously avoided copying and pasting or downloading other people's work to prevent any potential issues. The base text was a public domain version of Scrivener’s GNT created by Wade Balzer at (http://www.newjerusalem.org). In the future I hope to compare the base text to the scanned copies of Beza’s edition and fix any errors.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.This version I am calling v0.1 (as of 26/05/2022) is a back port created by reversing the changes made by Scrivener in his 1894 Textus Receptus following his notes on these changes and making comparisons to PDF copies of scanned printings. I have conciously avoided copying and pasting or downloading other people's work to prevent any potential issues. The base text was a public domain version of Scrivener’s GNT created by Wade Balzer at (http://www.newjerusalem.org). In the future I hope to compare the base text to the scanned copies of Beza’s edition and fix any errors.This text is in the public domain.Edited by Stuart Graham (https://www.hagiascriptura.com)
 
Top