1
 Electronic Study Bible is currently under construction 
[1]Τότεὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἀυτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. [2]πέντεδὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. [3]αἵτινεςμωραί, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον· [4]αἱδὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων ἀυτῶν. [5]χρονίζοντοςδὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. [6]μέσηςδὲ νυκτὸς κραυγὴ γέγονεν, Ἰδού, ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. [7]τότεἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας ἀυτῶν. [8]αἱδὲ μωραὶ ταῖς φρονίμοις εἶπον, Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. [9]ἀπεκρίθησανδὲ αἱ φρόνιμοι, λέγουσαι, Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. [10]ἀπερχομένωνδὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. [11]ὕστερονδὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι, Κύριε, κύριε, ἄνοιξον ἡμῖν. [12]δὲ ἀποκριθεὶς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. [13]γρηγορεῖτεοὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. [14]Ὥσπεργὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ· [15]καὶᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν· καὶ ἀπεδήμησεν εὐθέως [16]πορευθεὶςδὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς, καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα. [17]ὡσαύτωςκαὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. [18]δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. [19]μετὰδὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων, καὶ συναίρει μετ’ αὐτῶν λόγον. [20]καὶπροσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα, λέγων, Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς. [21]ἔφηδὲ αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. [22]προσελθὼνδὲ καὶ ὁ τὰ δύο τάλαντα λαβών εἶπε, Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς. [23]ἔφηαὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. [24]προσελθὼνδὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε, Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· [25]καὶφοβηθεὶς, ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε, ἔχεις τὸ σόν. [26]ἀποκριθεὶςδὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα· [27]ἔδειοὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. [28]ἄρατεοὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. [29]τῷγὰρ ἔχοντι παντὶ δοθήσεται, καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει, ἀρθήσεται ἀπ’ αὐτοῦ. [30]καὶτὸν ἀχρεῖον δοῦλον ἐκβάλλετε εἰς τὸ σκότος τὸ ἐξώτερον ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. [31]Ὅτανδὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, [32]καὶσυναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· [33]καὶστήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. [34]τότεἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. [35]ἐπείνασαγάρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· [36]γυμνός,καὶ περιεβάλετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. [37]τότεἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι, λέγοντες, Κύριε, πότε σὲ εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν ἢ διψῶντα, καὶ ἐποτίσαμεν; [38]πότεδέ σε εἴδομεν ξένον, καὶ συνηγάγομεν ἢ γυμνόν, καὶ περιεβάλομεν; [39]πότεδέ σε εἴδομεν ἀσθενῆ, ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε; [40]καὶἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. [41]τότεἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων, Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. [42]ἐπείνασαγὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· [43]ξένοςἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνός, καὶ οὐ περιεβάλετέ με· ἀσθενής, καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. [44]τότεἀποκριθήσονται αὐτῷ καὶ αὐτοί, λέγοντες, Κύριε, πότε σὲ εἴδομεν πεινῶντα, ἢ διψῶντα, ἢ ξένον, ἢ γυμνόν, ἢ ἀσθενῆ, ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι; [45]τότεἀποκριθήσεται αὐτοῖς, λέγων, Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. [46]καὶἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον· οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
Credit
Author: Theodore Beza (1519–1605)
Source: www.hagiascriptura.com
Info
The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.This version I am calling v0.1 (as of 26/05/2022) is a back port created by reversing the changes made by Scrivener in his 1894 Textus Receptus following his notes on these changes and making comparisons to PDF copies of scanned printings. I have conciously avoided copying and pasting or downloading other people's work to prevent any potential issues. The base text was a public domain version of Scrivener’s GNT created by Wade Balzer at (http://www.newjerusalem.org). In the future I hope to compare the base text to the scanned copies of Beza’s edition and fix any errors.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.This version I am calling v0.1 (as of 26/05/2022) is a back port created by reversing the changes made by Scrivener in his 1894 Textus Receptus following his notes on these changes and making comparisons to PDF copies of scanned printings. I have conciously avoided copying and pasting or downloading other people's work to prevent any potential issues. The base text was a public domain version of Scrivener’s GNT created by Wade Balzer at (http://www.newjerusalem.org). In the future I hope to compare the base text to the scanned copies of Beza’s edition and fix any errors.This text is in the public domain.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.This version I am calling v0.1 (as of 26/05/2022) is a back port created by reversing the changes made by Scrivener in his 1894 Textus Receptus following his notes on these changes and making comparisons to PDF copies of scanned printings. I have conciously avoided copying and pasting or downloading other people's work to prevent any potential issues. The base text was a public domain version of Scrivener’s GNT created by Wade Balzer at (http://www.newjerusalem.org). In the future I hope to compare the base text to the scanned copies of Beza’s edition and fix any errors.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.The 1598 printing of Beza’s Greek New Testament was the last major edition released by him and is the text most used by the translators of the King James Bible. It was originally a revision of Stephanus’ 1551 edition.This version I am calling v0.1 (as of 26/05/2022) is a back port created by reversing the changes made by Scrivener in his 1894 Textus Receptus following his notes on these changes and making comparisons to PDF copies of scanned printings. I have conciously avoided copying and pasting or downloading other people's work to prevent any potential issues. The base text was a public domain version of Scrivener’s GNT created by Wade Balzer at (http://www.newjerusalem.org). In the future I hope to compare the base text to the scanned copies of Beza’s edition and fix any errors.This text is in the public domain.Edited by Stuart Graham (https://www.hagiascriptura.com)
 
Top