|
[1]καὶἐγένετο λόγος κυρίου πρὸς μιχαιαν τὸν τοῦ μωρασθι ἐν ἡμέραις ιωαθαμ καὶ αχαζ καὶ εζεκιου βασιλέων ιουδα ὑπὲρ ὧν εἶδεν περὶ σαμαρείας καὶ περὶ ιερουσαλημ
[2]ἀκούσατελαοί λόγους καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ
[3]διότιἰδοὺ κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς
[4]καὶσαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει
[5]διὰἀσέβειαν ιακωβ πάντα ταῦτα καὶ διὰ ἁμαρτίαν οἴκου ισραηλ τίς ἡ ἀσέβεια τοῦ ιακωβ οὐ σαμάρεια καὶ τίς ἡ ἁμαρτία οἴκου ιουδα οὐχὶ ιερουσαλημ
[6]καὶθήσομαι σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτείαν ἀμπελῶνος καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω
[7]καὶπάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσιν καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν διότι ἐκ μισθωμάτων πορνείας συνήγαγεν καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν
[8]ἕνεκεντούτου κόψεται καὶ θρηνήσει πορεύσεται ἀνυπόδετος καὶ γυμνή ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων
[9]ὅτικατεκράτησεν ἡ πληγὴ αὐτῆς διότι ἦλθεν ἕως ιουδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου ἕως ιερουσαλημ
[10]οἱἐν γεθ μὴ μεγαλύνεσθε οἱ ἐν ακιμ μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα γῆν καταπάσασθε κατὰ γέλωτα ὑμῶν
[11]κατοικοῦσακαλῶς τὰς πόλεις αὐτῆς οὐκ ἐξῆλθεν κατοικοῦσα σεννααν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς λήμψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης
[12]τίςἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας ὅτι κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας ιερουσαλημ
[13]ψόφοςἁρμάτων καὶ ἱππευόντων κατοικοῦσα λαχις ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστιν τῇ θυγατρὶ σιων ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ ισραηλ
[14]διὰτοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας γεθ οἴκους ματαίους εἰς κενὰ ἐγένετο τοῖς βασιλεῦσιν τοῦ ισραηλ
[15]ἕωςτοὺς κληρονόμους ἀγάγω σοι κατοικοῦσα λαχις κληρονομία ἕως οδολλαμ ἥξει ἡ δόξα τῆς θυγατρὸς ισραηλ
[16]ξύρησαικαὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ
|