1
 Electronic Study Bible is currently under construction 
[1] καὶ ἐλάλησεν μαριαμ καὶ ααρων κατὰ μωυσῆ ἕνεκεν τῆς γυναικὸς τῆς αἰθιοπίσσης ἣν ἔλαβεν μωυσῆς ὅτι γυναῖκα αἰθιόπισσαν ἔλαβεν [2] καὶ εἶπαν μὴ μωυσῇ μόνῳ λελάληκεν κύριος οὐχὶ καὶ ἡμῖν ἐλάλησεν καὶ ἤκουσεν κύριος [3] καὶ ὁ ἄνθρωπος μωυσῆς πραῢς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς [4] καὶ εἶπεν κύριος παραχρῆμα πρὸς μωυσῆν καὶ μαριαμ καὶ ααρων ἐξέλθατε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐξῆλθον οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου [5] καὶ κατέβη κύριος ἐν στύλῳ νεφέλης καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐκλήθησαν ααρων καὶ μαριαμ καὶ ἐξήλθοσαν ἀμφότεροι [6] καὶ εἶπεν πρὸς αὐτούς ἀκούσατε τῶν λόγων μου ἐὰν γένηται προφήτης ὑμῶν κυρίῳ ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ [7] οὐχ οὕτως ὁ θεράπων μου μωυσῆς ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστιν [8] στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει καὶ οὐ δι αἰνιγμάτων καὶ τὴν δόξαν κυρίου εἶδεν καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου μωυσῆ [9] καὶ ὀργὴ θυμοῦ κυρίου ἐπ αὐτοῖς καὶ ἀπῆλθεν [10] καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς καὶ ἰδοὺ μαριαμ λεπρῶσα ὡσεὶ χιών καὶ ἐπέβλεψεν ααρων ἐπὶ μαριαμ καὶ ἰδοὺ λεπρῶσα [11] καὶ εἶπεν ααρων πρὸς μωυσῆν δέομαι κύριε μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν διότι ἠγνοήσαμεν καθότι ἡμάρτομεν [12] μὴ γένηται ὡσεὶ ἴσον θανάτῳ ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς [13] καὶ ἐβόησεν μωυσῆς πρὸς κύριον λέγων ὁ θεός δέομαί σου ἴασαι αὐτήν [14] καὶ εἶπεν κύριος πρὸς μωυσῆν εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς καὶ μετὰ ταῦτα εἰσελεύσεται [15] καὶ ἀφωρίσθη μαριαμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας καὶ ὁ λαὸς οὐκ ἐξῆρεν ἕως ἐκαθαρίσθη μαριαμ [16] καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ ασηρωθ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ φαραν
Credit
Source: sacred-texts.org
 
Top