1
 Electronic Study Bible is currently under construction 
[1] καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν καὶ ααρων λέγων [2] ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα κατὰ σημέας κατ οἴκους πατριῶν αὐτῶν παρεμβαλέτωσαν οἱ υἱοὶ ισραηλ ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ ισραηλ [3] καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατ ἀνατολὰς τάγμα παρεμβολῆς ιουδα σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν ιουδα ναασσων υἱὸς αμιναδαβ [4] δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι [5] καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς ισσαχαρ καὶ ὁ ἄρχων τῶν υἱῶν ισσαχαρ ναθαναηλ υἱὸς σωγαρ [6] δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι [7] καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς ζαβουλων καὶ ὁ ἄρχων τῶν υἱῶν ζαβουλων ελιαβ υἱὸς χαιλων [8] δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι [9] πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς ιουδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι σὺν δυνάμει αὐτῶν πρῶτοι ἐξαροῦσιν [10] τάγμα παρεμβολῆς ρουβην πρὸς λίβα σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν ρουβην ελισουρ υἱὸς σεδιουρ [11] δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι [12] καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς συμεων καὶ ὁ ἄρχων τῶν υἱῶν συμεων σαλαμιηλ υἱὸς σουρισαδαι [13] δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι [14] καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς γαδ καὶ ὁ ἄρχων τῶν υἱῶν γαδ ελισαφ υἱὸς ραγουηλ [15] δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα [16] πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς ρουβην ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα σὺν δυνάμει αὐτῶν δεύτεροι ἐξαροῦσιν [17] καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ ἡ παρεμβολὴ τῶν λευιτῶν μέσον τῶν παρεμβολῶν ὡς καὶ παρεμβάλλουσιν οὕτως καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ ἡγεμονίαν [18] τάγμα παρεμβολῆς εφραιμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν εφραιμ ελισαμα υἱὸς εμιουδ [19] δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι [20] καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς μανασση καὶ ὁ ἄρχων τῶν υἱῶν μανασση γαμαλιηλ υἱὸς φαδασσουρ [21] δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι [22] καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς βενιαμιν καὶ ὁ ἄρχων τῶν υἱῶν βενιαμιν αβιδαν υἱὸς γαδεωνι [23] δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι [24] πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς εφραιμ ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατὸν σὺν δυνάμει αὐτῶν τρίτοι ἐξαροῦσιν [25] τάγμα παρεμβολῆς δαν πρὸς βορρᾶν σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν δαν αχιεζερ υἱὸς αμισαδαι [26] δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι [27] καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς ασηρ καὶ ὁ ἄρχων τῶν υἱῶν ασηρ φαγαιηλ υἱὸς εχραν [28] δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι [29] καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς νεφθαλι καὶ ὁ ἄρχων τῶν υἱῶν νεφθαλι αχιρε υἱὸς αιναν [30] δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι [31] πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς δαν ἑκατὸν καὶ πεντήκοντα ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι ἔσχατοι ἐξαροῦσιν κατὰ τάγμα αὐτῶν [32] αὕτη ἡ ἐπίσκεψις τῶν υἱῶν ισραηλ κατ οἴκους πατριῶν αὐτῶν πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα [33] οἱ δὲ λευῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς καθὰ ἐνετείλατο κύριος τῷ μωυσῇ [34] καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ πάντα ὅσα συνέταξεν κύριος τῷ μωυσῇ οὕτως παρενέβαλον κατὰ τάγμα αὐτῶν καὶ οὕτως ἐξῆρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν
Credit
Source: sacred-texts.org
 
Top