|
[1]καὶεἶπεν βαλααμ τῷ βαλακ οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς
[2]καὶἐποίησεν βαλακ ὃν τρόπον εἶπεν αὐτῷ βαλααμ καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν
[3]καὶεἶπεν βαλααμ πρὸς βαλακ παράστηθι ἐπὶ τῆς θυσίας σου καὶ πορεύσομαι εἴ μοι φανεῖται ὁ θεὸς ἐν συναντήσει καὶ ῥῆμα ὃ ἐάν μοι δείξῃ ἀναγγελῶ σοι καὶ παρέστη βαλακ ἐπὶ τῆς θυσίας αὐτοῦ καὶ βαλααμ ἐπορεύθη ἐπερωτῆσαι τὸν θεὸν καὶ ἐπορεύθη εὐθεῖαν
[4]καὶἐφάνη ὁ θεὸς τῷ βαλααμ καὶ εἶπεν πρὸς αὐτὸν βαλααμ τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν
[5]καὶἐνέβαλεν ὁ θεὸς ῥῆμα εἰς τὸ στόμα βαλααμ καὶ εἶπεν ἐπιστραφεὶς πρὸς βαλακ οὕτως λαλήσεις
[6]καὶἀπεστράφη πρὸς αὐτόν καὶ ὅδε ἐφειστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ καὶ πάντες οἱ ἄρχοντες μωαβ μετ αὐτοῦ
[7]καὶἐγενήθη πνεῦμα θεοῦ ἐπ αὐτῷ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἐκ μεσοποταμίας μετεπέμψατό με βαλακ βασιλεὺς μωαβ ἐξ ὀρέων ἀπ ἀνατολῶν λέγων δεῦρο ἄρασαί μοι τὸν ιακωβ καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν ισραηλ
[8]τίἀράσωμαι ὃν μὴ καταρᾶται κύριος ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ θεός
[9]ὅτιἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται
[10]τίςἐξηκριβάσατο τὸ σπέρμα ιακωβ καὶ τίς ἐξαριθμήσεται δήμους ισραηλ ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων
[11]καὶεἶπεν βαλακ πρὸς βαλααμ τί πεποίηκάς μοι εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν
[12]καὶεἶπεν βαλααμ πρὸς βαλακ οὐχὶ ὅσα ἐὰν ἐμβάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου τοῦτο φυλάξω λαλῆσαι
[13]καὶεἶπεν πρὸς αὐτὸν βαλακ δεῦρο ἔτι μετ ἐμοῦ εἰς τόπον ἄλλον ἐξ ὧν οὐκ ὄψῃ αὐτὸν ἐκεῖθεν ἀλλ ἢ μέρος τι αὐτοῦ ὄψῃ πάντας δὲ οὐ μὴ ἴδῃς καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν
[14]καὶπαρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν
[15]καὶεἶπεν βαλααμ πρὸς βαλακ παράστηθι ἐπὶ τῆς θυσίας σου ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν θεόν
[16]καὶσυνήντησεν ὁ θεὸς τῷ βαλααμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν ἀποστράφητι πρὸς βαλακ καὶ τάδε λαλήσεις
[17]καὶἀπεστράφη πρὸς αὐτόν καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ καὶ πάντες οἱ ἄρχοντες μωαβ μετ αὐτοῦ καὶ εἶπεν αὐτῷ βαλακ τί ἐλάλησεν κύριος
[18]καὶἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἀνάστηθι βαλακ καὶ ἄκουε ἐνώτισαι μάρτυς υἱὸς σεπφωρ
[19]οὐχὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι αὐτὸς εἴπας οὐχὶ ποιήσει λαλήσει καὶ οὐχὶ ἐμμενεῖ
[20]ἰδοὺεὐλογεῖν παρείλημμαι εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω
[21]οὐκἔσται μόχθος ἐν ιακωβ οὐδὲ ὀφθήσεται πόνος ἐν ισραηλ κύριος ὁ θεὸς αὐτοῦ μετ αὐτοῦ τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ
[22]θεὸςὁ ἐξαγαγὼν αὐτοὺς ἐξ αἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτῷ
[23]οὐγάρ ἐστιν οἰωνισμὸς ἐν ιακωβ οὐδὲ μαντεία ἐν ισραηλ κατὰ καιρὸν ῥηθήσεται ιακωβ καὶ τῷ ισραηλ τί ἐπιτελέσει ὁ θεός
[24]ἰδοὺλαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυριωθήσεται οὐ κοιμηθήσεται ἕως φάγῃ θήραν καὶ αἷμα τραυματιῶν πίεται
[25]καὶεἶπεν βαλακ πρὸς βαλααμ οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν
[26]καὶἀποκριθεὶς βαλααμ εἶπεν τῷ βαλακ οὐκ ἐλάλησά σοι λέγων τὸ ῥῆμα ὃ ἐὰν λαλήσῃ ὁ θεός τοῦτο ποιήσω
[27]καὶεἶπεν βαλακ πρὸς βαλααμ δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον εἰ ἀρέσει τῷ θεῷ καὶ καταρᾶσαί μοι αὐτὸν ἐκεῖθεν
[28]καὶπαρέλαβεν βαλακ τὸν βαλααμ ἐπὶ κορυφὴν τοῦ φογωρ τὸ παρατεῖνον εἰς τὴν ἔρημον
[29]καὶεἶπεν βαλααμ πρὸς βαλακ οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς
[30]καὶἐποίησεν βαλακ καθάπερ εἶπεν αὐτῷ βαλααμ καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν
|