1
 Electronic Study Bible is currently under construction 
[1]καὶἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν καὶ πρὸς ελεαζαρ τὸν ἱερέα λέγων [2]λαβὲτὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν ισραηλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ οἴκους πατριῶν αὐτῶν πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν ισραηλ [3]καὶἐλάλησεν μωυσῆς καὶ ελεαζαρ ὁ ἱερεὺς ἐν αραβωθ μωαβ ἐπὶ τοῦ ιορδάνου κατὰ ιεριχω λέγων [4]ἀπὸεἰκοσαετοῦς καὶ ἐπάνω ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ καὶ οἱ υἱοὶ ισραηλ οἱ ἐξελθόντες ἐξ αἰγύπτου [5]ρουβηνπρωτότοκος ισραηλ υἱοὶ δὲ ρουβην ενωχ καὶ δῆμος τοῦ ενωχ τῷ φαλλου δῆμος τοῦ φαλλουι [6]τῷασρων δῆμος τοῦ ασρωνι τῷ χαρμι δῆμος τοῦ χαρμι [7]οὗτοιδῆμοι ρουβην καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα [8]καὶυἱοὶ φαλλου ελιαβ [9]καὶυἱοὶ ελιαβ ναμουηλ καὶ δαθαν καὶ αβιρων οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ μωυσῆν καὶ ααρων ἐν τῇ συναγωγῇ κορε ἐν τῇ ἐπισυστάσει κυρίου [10]καὶἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ κορε ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ ὅτε κατέφαγεν τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους καὶ ἐγενήθησαν ἐν σημείῳ [11]οἱδὲ υἱοὶ κορε οὐκ ἀπέθανον [12]καὶοἱ υἱοὶ συμεων ὁ δῆμος τῶν υἱῶν συμεων τῷ ναμουηλ δῆμος ὁ ναμουηλι τῷ ιαμιν δῆμος ὁ ιαμινι τῷ ιαχιν δῆμος ὁ ιαχινι [13]τῷζαρα δῆμος ὁ ζαραϊ τῷ σαουλ δῆμος ὁ σαουλι [14]οὗτοιδῆμοι συμεων ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι [15]υἱοὶδὲ ιουδα ηρ καὶ αυναν καὶ ἀπέθανεν ηρ καὶ αυναν ἐν γῇ χανααν [16]ἐγένοντοδὲ οἱ υἱοὶ ιουδα κατὰ δήμους αὐτῶν τῷ σηλων δῆμος ὁ σηλωνι τῷ φαρες δῆμος ὁ φαρες τῷ ζαρα δῆμος ὁ ζαραϊ [17]καὶἐγένοντο υἱοὶ φαρες τῷ ασρων δῆμος ὁ ασρωνι τῷ ιαμουν δῆμος ὁ ιαμουνι [18]οὗτοιδῆμοι τῷ ιουδα κατὰ τὴν ἐπισκοπὴν αὐτῶν ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι [19]καὶυἱοὶ ισσαχαρ κατὰ δήμους αὐτῶν τῷ θωλα δῆμος ὁ θωλαϊ τῷ φουα δῆμος ὁ φουαϊ [20]τῷιασουβ δῆμος ὁ ιασουβι τῷ σαμαραν δῆμος ὁ σαμαρανι [21]οὗτοιδῆμοι ισσαχαρ ἐξ ἐπισκέψεως αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τριακόσιοι [22]υἱοὶζαβουλων κατὰ δήμους αὐτῶν τῷ σαρεδ δῆμος ὁ σαρεδι τῷ αλλων δῆμος ὁ αλλωνι τῷ αλληλ δῆμος ὁ αλληλι [23]οὗτοιδῆμοι ζαβουλων ἐξ ἐπισκέψεως αὐτῶν ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι [24]υἱοὶγαδ κατὰ δήμους αὐτῶν τῷ σαφων δῆμος ὁ σαφωνι τῷ αγγι δῆμος ὁ αγγι τῷ σουνι δῆμος ὁ σουνι [25]τῷαζενι δῆμος ὁ αζενι τῷ αδδι δῆμος ὁ αδδι [26]τῷαροαδι δῆμος ὁ αροαδι τῷ αριηλ δῆμος ὁ αριηλι [27]οὗτοιδῆμοι υἱῶν γαδ ἐξ ἐπισκέψεως αὐτῶν τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι [28]υἱοὶασηρ κατὰ δήμους αὐτῶν τῷ ιαμιν δῆμος ὁ ιαμινι τῷ ιεσου δῆμος ὁ ιεσουι τῷ βαρια δῆμος ὁ βαριαϊ [29]τῷχοβερ δῆμος ὁ χοβερι τῷ μελχιηλ δῆμος ὁ μελχιηλι [30]καὶτὸ ὄνομα θυγατρὸς ασηρ σαρα [31]οὗτοιδῆμοι ασηρ ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι [32]υἱοὶιωσηφ κατὰ δήμους αὐτῶν μανασση καὶ εφραιμ [33]υἱοὶμανασση τῷ μαχιρ δῆμος ὁ μαχιρι καὶ μαχιρ ἐγέννησεν τὸν γαλααδ τῷ γαλααδ δῆμος ὁ γαλααδι [34]καὶοὗτοι υἱοὶ γαλααδ τῷ αχιεζερ δῆμος ὁ αχιεζερι τῷ χελεγ δῆμος ὁ χελεγι [35]τῷεσριηλ δῆμος ὁ εσριηλι τῷ συχεμ δῆμος ὁ συχεμι [36]τῷσυμαερ δῆμος ὁ συμαερι καὶ τῷ οφερ δῆμος ὁ οφερι [37]καὶτῷ σαλπααδ υἱῷ οφερ οὐκ ἐγένοντο αὐτῷ υἱοί ἀλλ ἢ θυγατέρες καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων σαλπααδ μαλα καὶ νουα καὶ εγλα καὶ μελχα καὶ θερσα [38]οὗτοιδῆμοι μανασση ἐξ ἐπισκέψεως αὐτῶν δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι [39]καὶοὗτοι υἱοὶ εφραιμ τῷ σουταλα δῆμος ὁ σουταλαϊ τῷ ταναχ δῆμος ὁ ταναχι [40]οὗτοιυἱοὶ σουταλα τῷ εδεν δῆμος ὁ εδενι [41]οὗτοιδῆμοι εφραιμ ἐξ ἐπισκέψεως αὐτῶν δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι οὗτοι δῆμοι υἱῶν ιωσηφ κατὰ δήμους αὐτῶν [42]υἱοὶβενιαμιν κατὰ δήμους αὐτῶν τῷ βαλε δῆμος ὁ βαλεϊ τῷ ασυβηρ δῆμος ὁ ασυβηρι τῷ ιαχιραν δῆμος ὁ ιαχιρανι [43]τῷσωφαν δῆμος ὁ σωφανι [44]καὶἐγένοντο οἱ υἱοὶ βαλε αδαρ καὶ νοεμαν τῷ αδαρ δῆμος ὁ αδαρι τῷ νοεμαν δῆμος ὁ νοεμανι [45]οὗτοιυἱοὶ βενιαμιν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι [46]καὶυἱοὶ δαν κατὰ δήμους αὐτῶν τῷ σαμι δῆμος ὁ σαμι οὗτοι δῆμοι δαν κατὰ δήμους αὐτῶν [47]πάντεςοἱ δῆμοι σαμι κατ ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι [48]υἱοὶνεφθαλι κατὰ δήμους αὐτῶν τῷ ασιηλ δῆμος ὁ ασιηλι τῷ γαυνι δῆμος ὁ γαυνι [49]τῷιεσερ δῆμος ὁ ιεσερι τῷ σελλημ δῆμος ὁ σελλημι [50]οὗτοιδῆμοι νεφθαλι ἐξ ἐπισκέψεως αὐτῶν πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι [51]αὕτηἡ ἐπίσκεψις υἱῶν ισραηλ ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα [52]καὶἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων [53]τούτοιςμερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων [54]τοῖςπλείοσιν πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται ἡ κληρονομία αὐτῶν [55]διὰκλήρων μερισθήσεται ἡ γῆ τοῖς ὀνόμασιν κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν [56]ἐκτοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων [57]καὶυἱοὶ λευι κατὰ δήμους αὐτῶν τῷ γεδσων δῆμος ὁ γεδσωνι τῷ κααθ δῆμος ὁ κααθι τῷ μεραρι δῆμος ὁ μεραρι [58]οὗτοιδῆμοι υἱῶν λευι δῆμος ὁ λοβενι δῆμος ὁ χεβρωνι δῆμος ὁ κορε καὶ δῆμος ὁ μουσι καὶ κααθ ἐγέννησεν τὸν αμραμ [59]καὶτὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ ιωχαβεδ θυγάτηρ λευι ἣ ἔτεκεν τούτους τῷ λευι ἐν αἰγύπτῳ καὶ ἔτεκεν τῷ αμραμ τὸν ααρων καὶ μωυσῆν καὶ μαριαμ τὴν ἀδελφὴν αὐτῶν [60]καὶἐγεννήθησαν τῷ ααρων ὅ τε ναδαβ καὶ αβιουδ καὶ ελεαζαρ καὶ ιθαμαρ [61]καὶἀπέθανεν ναδαβ καὶ αβιουδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ σινα [62]καὶἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν ισραηλ ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν ισραηλ [63]καὶαὕτη ἡ ἐπίσκεψις μωυσῆ καὶ ελεαζαρ τοῦ ἱερέως οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς ισραηλ ἐν αραβωθ μωαβ ἐπὶ τοῦ ιορδάνου κατὰ ιεριχω [64]καὶἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ μωυσῆ καὶ ααρων οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς ισραηλ ἐν τῇ ἐρήμῳ σινα [65]ὅτιεἶπεν κύριος αὐτοῖς θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς πλὴν χαλεβ υἱὸς ιεφοννη καὶ ἰησοῦς ὁ τοῦ ναυη
Credit
Source: sacred-texts.org
 
Top