|
[1]καὶκτήνη πλῆθος ἦν τοῖς υἱοῖς ρουβην καὶ τοῖς υἱοῖς γαδ πλῆθος σφόδρα καὶ εἶδον τὴν χώραν ιαζηρ καὶ τὴν χώραν γαλααδ καὶ ἦν ὁ τόπος τόπος κτήνεσιν
[2]καὶπροσελθόντες οἱ υἱοὶ ρουβην καὶ οἱ υἱοὶ γαδ εἶπαν πρὸς μωυσῆν καὶ πρὸς ελεαζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες
[3]αταρωθκαὶ δαιβων καὶ ιαζηρ καὶ ναμβρα καὶ εσεβων καὶ ελεαλη καὶ σεβαμα καὶ ναβαυ καὶ βαιαν
[4]τὴνγῆν ἣν παρέδωκεν κύριος ἐνώπιον τῶν υἱῶν ισραηλ γῆ κτηνοτρόφος ἐστίν καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει
[5]καὶἔλεγον εἰ εὕρομεν χάριν ἐνώπιόν σου δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν ιορδάνην
[6]καὶεἶπεν μωυσῆς τοῖς υἱοῖς γαδ καὶ τοῖς υἱοῖς ρουβην οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς πόλεμον καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ
[7]καὶἵνα τί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν ισραηλ μὴ διαβῆναι εἰς τὴν γῆν ἣν κύριος δίδωσιν αὐτοῖς
[8]οὐχοὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν ὅτε ἀπέστειλα αὐτοὺς ἐκ καδης βαρνη κατανοῆσαι τὴν γῆν
[9]καὶἀνέβησαν φάραγγα βότρυος καὶ κατενόησαν τὴν γῆν καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν ισραηλ ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν ἣν ἔδωκεν κύριος αὐτοῖς
[10]καὶὠργίσθη θυμῷ κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὤμοσεν λέγων
[11]εἰὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω οἱ ἐπιστάμενοι τὸ κακὸν καὶ τὸ ἀγαθὸν τὴν γῆν ἣν ὤμοσα τῷ αβρααμ καὶ ισαακ καὶ ιακωβ οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου
[12]πλὴνχαλεβ υἱὸς ιεφοννη ὁ διακεχωρισμένος καὶ ἰησοῦς ὁ τοῦ ναυη ὅτι συνεπηκολούθησεν ὀπίσω κυρίου
[13]καὶὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν ισραηλ καὶ κατερρόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη ἕως ἐξανηλώθη πᾶσα ἡ γενεὰ οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι κυρίου
[14]ἰδοὺἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν σύστρεμμα ἀνθρώπων ἁμαρτωλῶν προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς κυρίου ἐπὶ ισραηλ
[15]ὅτιἀποστραφήσεσθε ἀπ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην
[16]καὶπροσῆλθον αὐτῷ καὶ ἔλεγον ἐπαύλεις προβάτων οἰκοδομήσωμεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν
[17]καὶἡμεῖς ἐνοπλισάμενοι προφυλακὴ πρότεροι τῶν υἱῶν ισραηλ ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσιν τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν
[18]οὐμὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ
[19]καὶοὐκέτι κληρονομήσωμεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ ιορδάνου καὶ ἐπέκεινα ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ ιορδάνου ἐν ἀνατολαῖς
[20]καὶεἶπεν πρὸς αὐτοὺς μωυσῆς ἐὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο ἐὰν ἐξοπλίσησθε ἔναντι κυρίου εἰς πόλεμον
[21]καὶπαρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν ιορδάνην ἔναντι κυρίου ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ
[22]καὶκατακυριευθῇ ἡ γῆ ἔναντι κυρίου καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε καὶ ἔσεσθε ἀθῷοι ἔναντι κυρίου καὶ ἀπὸ ισραηλ καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι κυρίου
[23]ἐὰνδὲ μὴ ποιήσητε οὕτως ἁμαρτήσεσθε ἔναντι κυρίου καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά
[24]καὶοἰκοδομήσετε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν ποιήσετε
[25]καὶεἶπαν οἱ υἱοὶ ρουβην καὶ οἱ υἱοὶ γαδ πρὸς μωυσῆν λέγοντες οἱ παῖδές σου ποιήσουσιν καθὰ ὁ κύριος ἡμῶν ἐντέλλεται
[26]ἡἀποσκευὴ ἡμῶν καὶ αἱ γυναῖκες ἡμῶν καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσιν γαλααδ
[27]οἱδὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι κυρίου εἰς τὸν πόλεμον ὃν τρόπον ὁ κύριος λέγει
[28]καὶσυνέστησεν αὐτοῖς μωυσῆς ελεαζαρ τὸν ἱερέα καὶ ἰησοῦν υἱὸν ναυη καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν ισραηλ
[29]καὶεἶπεν πρὸς αὐτοὺς μωυσῆς ἐὰν διαβῶσιν οἱ υἱοὶ ρουβην καὶ οἱ υἱοὶ γαδ μεθ ὑμῶν τὸν ιορδάνην πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι κυρίου καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν καὶ δώσετε αὐτοῖς τὴν γῆν γαλααδ ἐν κατασχέσει
[30]ἐὰνδὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθ ὑμῶν εἰς τὸν πόλεμον ἔναντι κυρίου καὶ διαβιβάσετε τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν χανααν καὶ συγκατακληρονομηθήσονται ἐν ὑμῖν ἐν τῇ γῇ χανααν
[31]καὶἀπεκρίθησαν οἱ υἱοὶ ρουβην καὶ οἱ υἱοὶ γαδ λέγοντες ὅσα ὁ κύριος λέγει τοῖς θεράπουσιν αὐτοῦ οὕτως ποιήσομεν
[32]ἡμεῖςδιαβησόμεθα ἐνωπλισμένοι ἔναντι κυρίου εἰς γῆν χανααν καὶ δώσετε τὴν κατάσχεσιν ἡμῖν ἐν τῷ πέραν τοῦ ιορδάνου
[33]καὶἔδωκεν αὐτοῖς μωυσῆς τοῖς υἱοῖς γαδ καὶ τοῖς υἱοῖς ρουβην καὶ τῷ ἡμίσει φυλῆς μανασση υἱῶν ιωσηφ τὴν βασιλείαν σηων βασιλέως αμορραίων καὶ τὴν βασιλείαν ωγ βασιλέως τῆς βασαν τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς πόλεις τῆς γῆς κύκλῳ
[34]καὶᾠκοδόμησαν οἱ υἱοὶ γαδ τὴν δαιβων καὶ τὴν αταρωθ καὶ τὴν αροηρ
[35]καὶτὴν σωφαρ καὶ τὴν ιαζηρ καὶ ὕψωσαν αὐτὰς
[36]καὶτὴν ναμβραν καὶ τὴν βαιθαραν πόλεις ὀχυρὰς καὶ ἐπαύλεις προβάτων
[37]καὶοἱ υἱοὶ ρουβην ᾠκοδόμησαν τὴν εσεβων καὶ ελεαλη καὶ καριαθαιμ
[38]καὶτὴν βεελμεων περικεκυκλωμένας καὶ τὴν σεβαμα καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων ἃς ᾠκοδόμησαν
[39]καὶἐπορεύθη υἱὸς μαχιρ υἱοῦ μανασση εἰς γαλααδ καὶ ἔλαβεν αὐτὴν καὶ ἀπώλεσεν τὸν αμορραῖον τὸν κατοικοῦντα ἐν αὐτῇ
[40]καὶἔδωκεν μωυσῆς τὴν γαλααδ τῷ μαχιρ υἱῷ μανασση καὶ κατῴκησεν ἐκεῖ
[41]καὶιαϊρ ὁ τοῦ μανασση ἐπορεύθη καὶ ἔλαβεν τὰς ἐπαύλεις αὐτῶν καὶ ἐπωνόμασεν αὐτὰς ἐπαύλεις ιαϊρ
[42]καὶναβαυ ἐπορεύθη καὶ ἔλαβεν τὴν κανααθ καὶ τὰς κώμας αὐτῆς καὶ ἐπωνόμασεν αὐτὰς ναβωθ ἐκ τοῦ ὀνόματος αὐτοῦ
|