1
 Electronic Study Bible is currently under construction 
[1] καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων [2] ἔντειλαι τοῖς υἱοῖς ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν χανααν αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν γῆ χανααν σὺν τοῖς ὁρίοις αὐτῆς [3] καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου σιν ἕως ἐχόμενον εδωμ καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν [4] καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν ακραβιν καὶ παρελεύσεται σεννα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα καδης τοῦ βαρνη καὶ ἐξελεύσεται εἰς ἔπαυλιν αραδ καὶ παρελεύσεται ασεμωνα [5] καὶ κυκλώσει τὰ ὅρια ἀπὸ ασεμωνα χειμάρρουν αἰγύπτου καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα [6] καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης [7] καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος [8] καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς εμαθ καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια σαραδα [9] καὶ ἐξελεύσεται τὰ ὅρια δεφρωνα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ασερναιν τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ [10] καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ ασερναιν σεπφαμα [11] καὶ καταβήσεται τὰ ὅρια ἀπὸ σεπφαμ αρβηλα ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς καὶ καταβήσεται τὰ ὅρια βηλα ἐπὶ νώτου θαλάσσης χεναρα ἀπὸ ἀνατολῶν [12] καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν ιορδάνην καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ [13] καὶ ἐνετείλατο μωυσῆς τοῖς υἱοῖς ισραηλ λέγων αὕτη ἡ γῆ ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς μανασση [14] ὅτι ἔλαβεν φυλὴ υἱῶν ρουβην καὶ φυλὴ υἱῶν γαδ κατ οἴκους πατριῶν αὐτῶν καὶ τὸ ἥμισυ φυλῆς μανασση ἀπέλαβον τοὺς κλήρους αὐτῶν [15] δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ ιορδάνου κατὰ ιεριχω ἀπὸ νότου κατ ἀνατολάς [16] καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων [17] ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν ελεαζαρ ὁ ἱερεὺς καὶ ἰησοῦς ὁ τοῦ ναυη [18] καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν [19] καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῆς φυλῆς ιουδα χαλεβ υἱὸς ιεφοννη [20] τῆς φυλῆς συμεων σαλαμιηλ υἱὸς εμιουδ [21] τῆς φυλῆς βενιαμιν ελδαδ υἱὸς χασλων [22] τῆς φυλῆς δαν ἄρχων βακχιρ υἱὸς εγλι [23] τῶν υἱῶν ιωσηφ φυλῆς υἱῶν μανασση ἄρχων ανιηλ υἱὸς ουφι [24] τῆς φυλῆς υἱῶν εφραιμ ἄρχων καμουηλ υἱὸς σαβαθα [25] τῆς φυλῆς ζαβουλων ἄρχων ελισαφαν υἱὸς φαρναχ [26] τῆς φυλῆς υἱῶν ισσαχαρ ἄρχων φαλτιηλ υἱὸς οζα [27] τῆς φυλῆς υἱῶν ασηρ ἄρχων αχιωρ υἱὸς σελεμι [28] τῆς φυλῆς νεφθαλι ἄρχων φαδαηλ υἱὸς βεναμιουδ [29] οὗτοι οἷς ἐνετείλατο κύριος καταμερίσαι τοῖς υἱοῖς ισραηλ ἐν γῇ χανααν
Credit
Source: sacred-texts.org
 
Top