|
[1] ᾠδὴ ησαιου ᾄσω δὴ τῷ ἠγαπημένῳ ἆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου ἀμπελὼν ἐγένετο τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι
[2] καὶ φραγμὸν περιέθηκα καὶ ἐφύτευσα ἄμπελον ἐν σωρηκ καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτῆς καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν ἐποίησεν δὲ ἀκάνθας
[3] καὶ νῦν ἄνθρωπος τοῦ ιουδα καὶ οἱ ἐνοικοῦντες ἐν ιερουσαλημ κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου
[4] τί ποιήσω τῷ ἀμπελῶνί μου ἔτι καὶ οὐκ ἐποίησα αὐτῷ διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλήν ἐποίησεν δὲ ἀκάνθας
[5] νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα
[6] καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ εἰς χέρσον ἄκανθαι καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν
[7] ὁ γὰρ ἀμπελὼν κυρίου σαβαωθ οἶκος ισραηλ ἐστὶν καὶ ἄνθρωπος τοῦ ιουδα νεόφυτον ἠγαπημένον καὶ ἔμεινα τοῦ ποιῆσαι κρίσιν ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν
[8] οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες ἵνα τοῦ πλησίον ἀφέλωνται μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς
[9] ἠκούσθη γὰρ ταῦτα πάντα εἰς τὰ ὦτα κυρίου σαβαωθ
|