|
[1] ὕμνος ἑωθινός δόξα ἐν ὑψίστοις θεῷ
[2] καὶ ἐπὶ γῆς εἰρήνη
[3] ἐν ἀνθρώποις εὐδοκία
[4] αἰνοῦμέν σε
[5] εὐλογοῦμέν σε
[6] προσκυνοῦμέν σε
[7] δοξολογοῦμέν σε
[8] εὐχαριστοῦμέν σοι
[9] διὰ τὴν μεγάλην σου δόξαν
[10] κύριε βασιλεῦ
[11] ἐπουράνιε
[12] θεὲ πατὴρ παντοκράτωρ
[13] κύριε υἱὲ μονογενὴ
[14] ἰησοῦ χριστὲ
[15] καὶ ἅγιον πνεῦμα
[16] κύριε ὁ θεός
[17] ὁ ἀμνὸς τοῦ θεοῦ
[18] ὁ υἱὸς τοῦ πατρός
[19] ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου
[20] ἐλέησον ἡμᾶς
[21] ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου
[22] πρόσδεξαι τὴν δέησιν ἡμῶν
[23] ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός
[24] ἐλέησον ἡμᾶς
[25] ὅτι σὺ εἶ μόνος ἅγιος
[26] σὺ εἶ μόνος κύριος
[27] ἰησοῦς χριστός
[28] εἰς δόξαν θεοῦ πατρός αμην
[29] καθ ἑκάστην ἡμέραν εὐλογήσω σε
[30] καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
[31] καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
[32] καταξίωσον κύριε καὶ τὴν ἡμέραν ταύτην
[33] ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς
[34] εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν
[35] καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας αμην
[36] εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου
[37] εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου
[38] εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου
[39] κύριε καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ
[40] ἐγὼ εἶπα κύριε ἐλέησόν με
[41] ἴασαι τὴν ψυχήν μου ὅτι ἥμαρτόν σοι
[42] κύριε πρὸς σὲ κατέφυγα
[43] δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ θεός μου
[44] ὅτι παρὰ σοὶ πηγὴ ζωῆς
[45] ἐν τῷ φωτί σου ὀψόμεθα φῶς
[46] παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε
|