1
 Electronic Study Bible is currently under construction 
[1] μακάριος ἀνήρ οὗ ὁ κύριος ἐμνήσθη ἐν ἐλεγμῷ καὶ ἐκυκλώθη ἀπὸ ὁδοῦ πονηρᾶς ἐν μάστιγι καθαρισθῆναι ἀπὸ ἁμαρτίας τοῦ μὴ πληθῦναι [2] ἑτοιμάζων νῶτον εἰς μάστιγας καθαρισθήσεται χρηστὸς γὰρ ὁ κύριος τοῖς ὑπομένουσιν παιδείαν [3] ὀρθώσει γὰρ ὁδοὺς δικαίων καὶ οὐ διαστρέψει ἐν παιδείᾳ καὶ τὸ ἔλεος κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν ἐν ἀληθείᾳ [4] καὶ μνησθήσεται κύριος τῶν δούλων αὐτοῦ ἐν ἐλέει ἡ γὰρ μαρτυρία ἐν νόμῳ διαθήκης αἰωνίου ἡ μαρτυρία κυρίου ἐπὶ ὁδοὺς ἀνθρώπων ἐν ἐπισκοπῇ [5] δίκαιος καὶ ὅσιος ὁ κύριος ἡμῶν ἐν κρίμασιν αὐτοῦ εἰς τὸν αἰῶνα καὶ ισραηλ αἰνέσει τῷ ὀνόματι κυρίου ἐν εὐφροσύνῃ [6] καὶ ὅσιοι ἐξομολογήσονται ἐν ἐκκλησίᾳ λαοῦ καὶ πτωχοὺς ἐλεήσει ὁ θεὸς ἐν εὐφροσύνῃ ισραηλ [7] ὅτι χρηστὸς καὶ ἐλεήμων ὁ θεὸς εἰς τὸν αἰῶνα καὶ συναγωγαὶ ισραηλ δοξάσουσιν τὸ ὄνομα κυρίου [8] τοῦ κυρίου ἡ σωτηρία ἐπὶ οἶκον ισραηλ εἰς εὐφροσύνην αἰώνιον πσσολ τῷ σαλωμων εἰς προσδοκίαν
Credit
Source: sacred-texts.org
 
Top