1
 Electronic Study Bible is currently under construction 
[1] δεξιὰ κυρίου ἐσκέπασέν με δεξιὰ κυρίου ἐφείσατο ἡμῶν [2] βραχίων κυρίου ἔσωσεν ἡμᾶς ἀπὸ ῥομφαίας διαπορευομένης ἀπὸ λιμοῦ καὶ θανάτου ἁμαρτωλῶν [3] θηρία ἐπεδράμοσαν αὐτοῖς πονηρά ἐν τοῖς ὀδοῦσιν αὐτῶν ἐτίλλοσαν σάρκας αὐτῶν καὶ ἐν ταῖς μύλαις ἔθλων ὀστᾶ αὐτῶν [4] καὶ ἐκ τούτων ἁπάντων ἐρρύσατο ἡμᾶς κύριος [5] ἐταράχθη ὁ εὐσεβὴς διὰ τὰ παραπτώματα αὐτοῦ μήποτε συμπαραληφθῇ μετὰ τῶν ἁμαρτωλῶν [6] ὅτι δεινὴ ἡ καταστροφὴ τοῦ ἁμαρτωλοῦ καὶ οὐχ ἅψεται δικαίου οὐδὲν ἐκ πάντων τούτων [7] ὅτι οὐχ ὁμοία ἡ παιδεία τῶν δικαίων ἐν ἀγνοίᾳ καὶ ἡ καταστροφὴ τῶν ἁμαρτωλῶν [8] ἐν περιστολῇ παιδεύεται δίκαιος ἵνα μὴ ἐπιχαρῇ ὁ ἁμαρτωλὸς τῷ δικαίῳ [9] ὅτι νουθετήσει δίκαιον ὡς υἱὸν ἀγαπήσεως καὶ ἡ παιδεία αὐτοῦ ὡς πρωτοτόκου [10] ὅτι φείσεται κύριος τῶν ὁσίων αὐτοῦ καὶ τὰ παραπτώματα αὐτῶν ἐξαλείψει ἐν παιδείᾳ [11] γὰρ ζωὴ τῶν δικαίων εἰς τὸν αἰῶνα ἁμαρτωλοὶ δὲ ἀρθήσονται εἰς ἀπώλειαν καὶ οὐχ εὑρεθήσεται μνημόσυνον αὐτῶν ἔτι [12] ἐπὶ δὲ τοὺς ὁσίους τὸ ἔλεος κυρίου καὶ ἐπὶ τοὺς φοβουμένους αὐτὸν τὸ ἔλεος αὐτοῦ πσσολ ὕμνος τῷ σαλωμων
Credit
Source: sacred-texts.org
 
Top