1
 Electronic Study Bible is currently under construction 
[1] ᾠδὴ ψαλμοῦ τῷ δαυιδ [2] ἑτοίμη ἡ καρδία μου ὁ θεός ἑτοίμη ἡ καρδία μου ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου [3] ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα ἐξεγερθήσομαι ὄρθρου [4] ἐξομολογήσομαί σοι ἐν λαοῖς κύριε καὶ ψαλῶ σοι ἐν ἔθνεσιν [5] ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου [6] ὑψώθητι ἐπὶ τοὺς οὐρανούς ὁ θεός καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου [7] ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου [8] θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ ὑψωθήσομαι καὶ διαμεριῶ σικιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω [9] ἐμός ἐστιν γαλααδ καὶ ἐμός ἐστιν μανασση καὶ εφραιμ ἀντίλημψις τῆς κεφαλῆς μου ιουδας βασιλεύς μου [10] μωαβ λέβης τῆς ἐλπίδος μου ἐπὶ τὴν ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν [11] τίς ἀπάξει με εἰς πόλιν περιοχῆς τίς ὁδηγήσει με ἕως τῆς ιδουμαίας [12] οὐχὶ σύ ὁ θεός ὁ ἀπωσάμενος ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ ὁ θεός ἐν ταῖς δυνάμεσιν ἡμῶν [13] δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως καὶ ματαία σωτηρία ἀνθρώπου [14] ἐν τῷ θεῷ ποιήσομεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν
Credit
Source: sacred-texts.org
 
Top