1
 Electronic Study Bible is currently under construction 
[1] αλληλουια ἐπίστευσα διὸ ἐλάλησα ἐγὼ δὲ ἐταπεινώθην σφόδρα [2] ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου πᾶς ἄνθρωπος ψεύστης [3] τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέν μοι [4] ποτήριον σωτηρίου λήμψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι [6] τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ [7] κύριε ἐγὼ δοῦλος σός ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου διέρρηξας τοὺς δεσμούς μου [8] σοὶ θύσω θυσίαν αἰνέσεως [9] τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ [10] ἐν αὐλαῖς οἴκου κυρίου ἐν μέσῳ σου ιερουσαλημ
Credit
Source: sacred-texts.org
 
Top