1
 Electronic Study Bible is currently under construction 
[1] ᾠδὴ τῶν ἀναβαθμῶν ἐκ βαθέων ἐκέκραξά σε κύριε [2] κύριε εἰσάκουσον τῆς φωνῆς μου γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου [3] ἐὰν ἀνομίας παρατηρήσῃ κύριε κύριε τίς ὑποστήσεται [4] ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν [5] ἕνεκεν τοῦ νόμου σου ὑπέμεινά σε κύριε ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου [6] ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός ἀπὸ φυλακῆς πρωίας ἐλπισάτω ισραηλ ἐπὶ τὸν κύριον [7] ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ αὐτῷ λύτρωσις [8] καὶ αὐτὸς λυτρώσεται τὸν ισραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ
Credit
Source: sacred-texts.org
 
Top