1
 Electronic Study Bible is currently under construction 
[1] ᾠδὴ τῶν ἀναβαθμῶν τῷ δαυιδ ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό [2] ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα τὸν πώγωνα τὸν ααρων τὸ καταβαῖνον ἐπὶ τὴν ὤαν τοῦ ἐνδύματος αὐτοῦ [3] ὡς δρόσος αερμων ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη σιων ὅτι ἐκεῖ ἐνετείλατο κύριος τὴν εὐλογίαν καὶ ζωὴν ἕως τοῦ αἰῶνος
Credit
Source: sacred-texts.org
 
Top