|
[1] εἰς τὸ τέλος ψαλμὸς τῷ δαυιδ
[2] ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ ιακωβ
[3] ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ σιων ἀντιλάβοιτό σου
[4] μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω διάψαλμα
[5] δῴη σοι κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι
[6] ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου
[7] νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ
[8] οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα
[9] αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν
[10] κύριε σῶσον τὸν βασιλέα σου καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε
|