|
[1] εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς ᾠδῆς
[2] ὁ θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ ἡμᾶς διάψαλμα
[3] τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου
[4] ἐξομολογησάσθωσάν σοι λαοί ὁ θεός ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες
[5] εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις διάψαλμα
[6] ἐξομολογησάσθωσάν σοι λαοί ὁ θεός ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες
[7] γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν
[8] εὐλογήσαι ἡμᾶς ὁ θεός καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς
|