|
[1] τῷ δαυιδ υἱῶν ιωναδαβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων ὁ θεός ἐπὶ σοὶ ἤλπισα μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα
[2] ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με
[3] γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ
[4] ὁ θεός μου ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος
[5] ὅτι σὺ εἶ ἡ ὑπομονή μου κύριε κύριος ἡ ἐλπίς μου ἐκ νεότητός μου
[6] ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός
[7] ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς καὶ σὺ βοηθὸς κραταιός
[8] πληρωθήτω τὸ στόμα μου αἰνέσεως ὅπως ὑμνήσω τὴν δόξαν σου ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου
[9] μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρους ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με
[10] ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ
[11] λέγοντες ὁ θεὸς ἐγκατέλιπεν αὐτόν καταδιώξατε καὶ καταλάβετε αὐτόν ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος
[12] ὁ θεός μὴ μακρύνῃς ἀπ ἐμοῦ ὁ θεός μου εἰς τὴν βοήθειάν μου πρόσχες
[13] αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι
[14] ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου
[15] τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου ὅτι οὐκ ἔγνων γραμματείας
[16] εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου κύριε μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου
[17] ἐδίδαξάς με ὁ θεός ἐκ νεότητός μου καὶ μέχρι νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου
[18] καὶ ἕως γήρους καὶ πρεσβείου ὁ θεός μὴ ἐγκαταλίπῃς με ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου
[19] ὁ θεός ἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα ὁ θεός τίς ὅμοιός σοι
[20] ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς καὶ ἐπιστρέψας ἐζωοποίησάς με καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με
[21] ἐπλεόνασας τὴν μεγαλοσύνην σου καὶ ἐπιστρέψας παρεκάλεσάς με καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με
[22] καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου ὁ θεός ψαλῶ σοι ἐν κιθάρᾳ ὁ ἅγιος τοῦ ισραηλ
[23] ἀγαλλιάσονται τὰ χείλη μου ὅταν ψάλω σοι καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω
[24] ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου ὅταν αἰσχυνθῶσιν καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι
|